V B 27

V B 27 DIOG. LAERT. VI 43:
φησὶ δὲ Διονύσιος ὁ στωικὸς ὡς μετὰ [2] Χαιρώνειαν συλληφθεὶς ἀπήχθη [scil. Diogenes] πρὸς Φίλιππον˙ καὶ [3] ἐρωτηθεὶς τίς εἴη, ἀπεκρίνατο, "κατάσκοπος τῆς σῆς ἀπληστίας." ὅθεν θαυμασθεὶς ἀφείθη [= ARSEN. p. 206, 16-19; EUDOC. violar. 332 p. 241, 26-242, 2].
PLUTARCH. quom. adul. ab am. internosc. 30. p. 70 C:
εὖ δὲ καὶ Διογένης, ὃς ἐπεὶ παρελθὼν εἰς τὸ τοῦ Φιλίππου στρατόπεδον, ὅτε τοῖς Ἕλλησιν ἐβάδιζε μαχούμενος, ἀνήχθη πρὸς αὐτόν, ὁ δ' ἀγνοῶν ἠρώτησεν εἰ κατάσκοπός ἐστι, "πάνυ μὲν οὖν," ἔφη, "κατάσκοπος, ὦ Φίλιππε, τῆς ἀβουλίας σου καὶ τῆς ἀνοίας, δι' ἣν οὐδενὸς ἀναγκάζοντος ἔρχῃ περὶ βασιλείας καὶ τοῦ σώματος ὥρᾳ μιᾷ [11] διακυβεύσων."
PLUTARCH. de exil. 16 p. 606 B-C:
Διογένης οὐκ εἶχε παρρησίαν, ὃς εἰς τὸ Φιλίππου στρατόπεδον παρελθών, ὁπηνίκα μαχούμενος ἐχώρει τοῖς Ἕλλησι, καὶ πρὸς αὐτὸν ἀναχθεὶς ὡς κατάσκοπος˙ ναί, κατάσκοπος, ἔφη ἀφῖχθαι τῆς ἀπληστίας αὐτοῦ καὶ τῆς ἀφροσύνης ἥκοντος ἐν βραχεῖ καιρῷ διακυβεῦσαι περὶ τῆς ἡγεμονίας ἅμα καὶ [16] τοῦ σώματος;
EPICTET. dissert. III 22, 23-25:
εἶθ' οὕτως παρασκευασάμενον οὐκ ἔστι τούτοις ἀρκεῖσθαι τὸν ταῖς ἀληθείαις Κυνικόν, ἀλλ' εἰδέναι δεῖ, ὅτι ἄγγελος ἀπὸ τοῦ Διὸς ἀπέσταλται καὶ πρὸς τοὺς ἀνθρώπους περὶ ἀγαθῶν καὶ κακῶν ὑποδείξων αὐτοῖς, ὅτι πεπλάνηνται καὶ ἀλλαχοῦ ζητοῦσι τὴν οὐσίαν τοῦ ἀγαθοῦ καὶ τοῦ κακοῦ, ὅπου οὐκ ἔστιν, ὅπου δ' ἔστιν, οὐκ ἐνθυμοῦνται, (24) καὶ ὡς ὁ Διογένης ἀπαχθεὶς πρὸς Φίλιππον μετὰ τὴν ἐν Χαιρωνείᾳ μάχην κατάσκοπος εἶναι. τῷ γὰρ ὄντι κατάσκοπός ἐστιν ὁ Κυνικὸς τοῦ τίνα ἐστὶ τοῖς ἀνθρώποις φίλα καὶ τίνα πολέμια. (25) καὶ δεῖ αὐτὸν ἀκριβῶς κατασκεψάμενον ἐλθόντ' ἀπαγγεῖλαι τἀληθῆ μήθ' ὑπὸ φόβου ἐκπλαγέντα, ὥστε τοὺς μὴ ὄντας πολεμίο〈υ〉ς δεῖξαι, μήτε τινὰ ἄλλον τρόπον ὑπὸ τῶν φαντασιῶν παραταραχθέντα ἢ συγχυθέντα.