I A 28

I A 28 AELIAN. var. hist. V 8:
τὰ σκώμματα καὶ αἱ λοιδορίαι οὐδέν μοι δοκεῖ δύνασθαι. ἐὰν γὰρ στερεᾶς γνώμης λάβηται, καταλέλυται˙ ἐὰν δὲ ἀγεννοῦς καὶ ταπεινῆς, ἴσχυσε καὶ οὐ μόνον ἐλύπησε πολλάκις, ἀλλὰ καὶ ἀπέκτεινε. τούτων ἀπόδειξις ἐκεῖνα ἔστω, Σωκράτης μὲν οὖν κωμῳδούμενος ἐγέλα, Πολίαγρος δὲ ἀπήγξατο.