V B 28

V B 28 IOANN. CHRYSOST. adv. oppugn. vitae monast. II 6:
ὁ δὲ Σινωπεὺς πάλιν ἕτερος οὗτος φιλόσοφος τοσούτῳ καὶ τούτων καὶ ἑτέρων μυρίων τοιούτων βασιλέων εὐπορώτερος ἦν, καὶ ταῦτα ῥακίοις συζῶν, ὡς τὸν Φίλιππον τὸν Μακεδόνα στρατιὰν ἐπὶ Πέρσας ἄγοντα, πάντα ἀφέντα, ἰδόντα αὐτὸν ἀπελθεῖν, καὶ ἐρέσθαι δι' ἑαυτοῦ, μή τινος δέοιτο, καὶ εἴ τι κελεύοι˙ αὐτὸν δὲ οὐδὲν ἀπαγγεῖλαι.