HTML: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Socratics/I-G,29
RDF: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Socratics/I-G,29.rdf
I G 29
ORIGEN. contr. Cels. II 41:
εἰ μὲν γὰρ τῶν κυρίως κακῶν λέγει [scil. Celsus] αὐτὸν [scil. Iesum Christum] μὴ κεκαθαρευκέναι, παραστησάτω ἐναργῶς κακίας ἔργον ἐν αὐτῷ˙ εἰ δὲ κακὰ νομίζει πενίαν καὶ σταυρὸν καὶ τὴν ἀπὸ τῶν ἀτόπων ἀνθρώπων ἐπιβουλήν, δῆλον ὅτι καὶ Σωκράτει φησὶ κακὰ συμβεβηκέναι, μὴ δυνηθέντι ἑαυτὸν ἀποδεῖξαι καθαρὸν ἀπὸ τῶν κακῶν.