IV A 29

IV A 29 LUCIAN. de paras. 33:
ΠΑΡ. - Τί δέ, καὶ Ἀρίστιππος ὁ Κυρηναῖος οὐχὶ τῶν δοκίμων φαίνεταί σοι φιλοσόφων;
ΤΥΧ. - Καὶ πάνυ.
ΠΑΡ. - Καὶ οὗτος μέντοι κατὰ τὸν αὐτὸν χρόνον διέτριβεν ἐν Συρακούσαις παρασιτῶν Διονυσίῳ. πάντων γοῦν ἀμέλει τῶν παρασίτων αὐτὸς ηὐδοκίμει παρ' αὐτῷ˙ καὶ γὰρ ἦν πλέον τι τῶν ἄλλων πρὸς τὴν τέχνην εὐφυής ὥστε τοὺς ὀψοποιοὺς ὁσημέραι ἔπεμπε παρὰ τοῦτον ὁ ιονύσιος ὥς τι παρ' αὐτοῦ μαθησομένους. οὗτος μέντοι δοκεῖ καὶ κοσμῆσαι τὴν τέχνην ἀξίως.
LUCIAN. Menipp. 13:
τῷ δὲ Μίνῳ μία τις καὶ πρὸς χάριν ἐδικάσθη δίκη˙ τὸν γάρ τοι Σικελιώτην Διονύσιον πολλὰ τε καὶ δεινὰ καὶ ἀνόσια ὑπό τε Δίωνος κατηγορηθέντα καὶ ὑπὸ τῆς σκιᾶς καταμαρτυρηθέντα παρελθὼν Ἀρίστιππος ὁ Κυρηναῖος - ἄγουσι δ' αὐτὸν ἐν τιμῇ καὶ δύναται μέγιστον ἐν τοῖς κάτω - μικροῦ δεῖν τῇ Χιμαίρᾳ προσδεθέντα παρέλυσε τῆς καταδίκης λέγων πολλοῖς αὐτὸν τῶν πεπαιδευμένων προήγορον γενέσθαι δεξιόν.
SCHOL. in Lucian. Menipp. 13:
Ἀρίστιππος: οὗτος φιλόσοφος Κυρήνης ὁρμώμενος δεινὸς τὰ περὶ γαστέρα τε καὶ τοὺς μαγείρους σοφιστὴς παρῆν ἀεὶ Διονυσίῳ τῷ πρεσβυτέρῳ κατὰ Σικελίαν αὔξων αὐτῷ τὴν τρυφὴν καὶ αἰσχρότατα παρασιτῶν καὶ κολακεύων πέρα τοῦ μετρίου.