I A 30

I A 30 EUNAP. vit. sophist. VI 2, 4-6:
ὥσπερ οὖν ὅτε ἐπὶ τοῦ παλαιοῦ καὶ μεγάλου Σωκράτους ἁπάντων Ἀθηναίων (εἰ καὶ δῆμος ἦσαν) οὐκ ἄν τις ἐτόλμησε κατηγορίαν καὶ γραφήν, ὅν γε ᾤοντο πάντες Ἀθηναῖοι περιπατοῦν ἄγαλμα σοφίας τυγχάνειν, εἰ μὴ μέθη καὶ παραφροσύνη καὶ τὸ τῶν Διονυσίων τῆς ἑορτῆς καὶ παννυχίδος ἀνειμένον, ὑπὸ γέλωτος καὶ ὀλιγωρίας καὶ τῶν εὐκόλων καὶ σφαλερῶν παθῶν ἐπὶ τοῖς ἀνθρώποις ἐξευρημένων, πρῶτος Ἀριστοφάνης ἐπὶ διεφθαρμέναις ψυχαῖς τὸν γέλωτα ἐπεισαγαγὼν καὶ τὰ ὑπὸ τῆς σκηνῆς κινήσας ὑπορχήματα, τότε θέατρον [9] ἀνέπεισεν, ἐπὶ τοσαύτῃ σοφίᾳ ψυλλῶν πηδήματα καταμωκώμενος, καὶ νεφελῶν διαγράφων εἴδη καὶ σχήματα καὶ τἄλλα ὅσα κωμῳδία ληρεῖν εἴωθεν εἰς γέλωτος κίνησιν. (5) ὡς δὲ εἶδον ἐγκεκλικὸς πρὸς τὴν ἡδονὴν τὸ θέατρον, κατηγορίας ἥψαντό τινες, καὶ τὴν ἀσεβῆ γραφὴν εἰς ἐκεῖνον ἐτόλμησαν, καὶ δῆμος ὅλος ἐπ' ἀνδρὸς ἠτύχει φόνῳ. (6) ἔστι γὰρ ἐκ τῶν χρόνων λογιζομένῳ συλλαβεῖν ὅτι, Σωκράτους ἀπελθόντος βιαίως, οὐδὲν ἔτι λαμπρὸν Ἀθηναίοις ἐπράχθη, ἀλλ' ἥ τε πόλις ὑπέδωκεν, καὶ διὰ τὴν πόλιν τὰ τῆς Ἑλλάδος ἅπαντα συνεφθάρη.