I G 31

I G 31 ORIGEN. contr. Cels. III 25:
καὶ ἐν τοῖς χρησμοῖς δὲ τοῦ Πυθίου εὕροις ἂν προστασσόμενά τινα οὐκ εὔλογα. ὧν δύο ἐπὶ τοῦ παρόντος παραθήσομαι, ὅτι Κλεομήδην μέν, οἶμαι τὸν πύκτην, ἰσοθέοις τιμαῖς ἐκέλευε τιμᾶσθαι, οὐκ οἶδ' ὅ τι ποτὲ σεμνὸν ἰδὼν ἐν τῇ πυκτικῇ αὐτοῦ, οὔτε δὲ Πυθαγόραν οὔτε Σωκράτην ἐτίμησε ταῖς τιμαῖς τοῦ πύκτου.