IV A 31

IV A 31 DIOG. LAERT. II 78:
καί ποτε παρὰ πότον κελεύσαντος Διονυσίου ἕκαστον ἐν πορφυρᾷ ἐσθῆτι ὀρχήσασθαι, τὸν μὲν Πλάτωνα μὴ προσέσθαι, εἰπόντα [EURIP. bacch. 836].
οὐκ ἂν δυναίμην θῆλυν ἐνδῦναι στολήν˙
τὸν δ' Ἀρίστιππον λαβόντα καὶ μέλλοντα ὀρχήσασθαι εὐστόχως εἰπεῖν [EURIP. bacch. 317 sq.].
καὶ γὰρ ἐν βακχεύμασιν
οὖσ' ἥ γε σώφρων οὐ διαφθαρήσεται.
[ = ARSEN. p. 112,10-15].
SUID. s.v. Ἀρίστιππος:
καὶ πρὸς Διονύσιον τὸν Σικελίας τύραννον ἐλθὼν καὶ πίνων ἐνίκα καὶ ὀρχήσεως τοῖς ἄλλοις κατῆρξεν, ἐνδὺς ἐσθῆτα ἁλουργῆ. Πλάτων δὲ προσκομιζομένης αὐτῷ τῆς στολῆς, εἶπεν Εὐριπίδου ἰαμβικά˙
οὐκ ἂν δυναίμην θῆλυν ἐνδῦναι στολὴν,
ἄρρην πεφυκὼς καὶ γένους ἐξ ἄρρενος.
Ἀρίστιππος δὲ δεξάμενος καὶ γελάσας εἶπε τοῦ αὐτοῦ ποιητου˙
καὶ γὰρ ἐν βακχεύμασιν
ὁ νοῦς ὁ σώφρων οὐ διαφθαρήσεται.
ATHEN. XII 544 D-E:
καὶ μύροις ἐλούετο [scil. Aristippus] καὶ ἔφασκεν ὅτι˙
κἀν βακχεύμασιν
οὖσα ἥ γε σώφρων οὐ διαφθαρήσεται.