I C 31

I C 31 MAXIM. TYR. philosoph. XXXII 8:
τὸν Σωκράτην λέγω. ἐρᾷς, ὦ Σώκρατες, Ἀλκιβιάδου, καὶ μετὰ τοῦτον Φαίδρρου, καὶ μετ' ἐκεῖνον Χαρμίδου; ἐρᾷς, ὦ Σώκρατες, καί σε οὐ λανθάνει κάλλος Ἀττικόν˙ ἀλλ' ὁμολόγησον αὐτοὺ τὴν αἰτιαν, καὶ μὴ φοβηθῇς τὴν ἀδοξίαν˙ ἔξεστιν καὶ μεθ' ἡδονῆς σωφρόνως ἐρᾶν, ὡς ἔξεστιν καὶ μετὰ λύπης ἀκολάστως ἐρᾶν. εἰ δὲ καὶ χωρὶς ἡδονῆς ἐρᾷς, καὶ ψυχῆς μόνης, καὶ σώματος οὐκ ἐρᾷς, ἐράσθητι [7] Θεαιτήτου˙ ἀλλ' οὐκ ἐρᾷς, σιμὸς γὰρ ἦν˙ ἐράσθητι Χαιρεφῶντος˙ ἀλλ'οὐκ [8] ἐρᾷς, ὠχρὸς γὰρ ἦν˙ ἐράσθητι Ἀριστοδήμου˙ ἀλλ'οὐκ ἐρᾷς, αἰσχρὸς γὰρ ἦν. ἀλλὰ τίνων ἐρᾷς; εἴ που τὶς εὐκόμης, εἴ που τὶς ὡραῖος, εἴ που ἁβρός, εἴ που καλός.