V B 31

V B 31 PLUTARCH. de Alex. M. fort. aut virt. I 10 p. 331 D-332 C:
φιλοσόφου τοίνυν ἐστὶ ψυχῆς σοφίας ἐρᾶν καὶ σοφοὺς ἄνδρας θαυμάζειν μάλιστα˙ (E) τοῦτο δ' Ἀλεξάνδρῳ προσῆν ὡς οὐδενὶ τῶν βασιλέων. καὶ πῶς μὲν εἶχε πρὸς Ἀριστοτέλην εἴρηται καὶ ὅτι τὸν μὲν ἁρμονικὸν Ἀνάξαρχον ἐντιμότατον τῶν φίλων ἐνόμιζε [. . . .] Ὀνησίκριτον δὲ τὸν Διογένους τοῦ Κυνὸς μαθητὴν, ὅτι ἄρχοντα τῶν κυβερνητῶν κατέστησεν, ὑπὸ πλειόνων ἱστόρηται. (F) Διογένει δ' αὐτῷ περὶ Κόρινθον εἰς λόγους ἐλθὼν οὕτως ἔφριξε καὶ κατεπλάγη τὸν βίον καὶ τὸ ἀξίωμα τοῦ ἀνδρός, ὥστε πολλάκις αὐτοῦ μνημονεύων λέγειν "εἰ μὴ Ἀλέξανδρος ἤμην, Διογένης ἂν ἤμην," τουτέστιν "ἠσχολούμην ἂν περὶ λόγους, εἰ μὴ δι' ἔργων ἐφιλοσόφουν." οὐκ εἶπεν "εἰ μὴ βασιλεὺς ἤμην, Διογένης ἂν ἤμην," οὐδ' "εἰ μὴ πλούσιος καὶ Ἀργεάδης" (οὐ γὰρ προέκρινε τὴν τύχην τῆς σοφίας (332) οὐδὲ τὴν πορφύραν καὶ τὸ διάδημα τῆς πήρας καὶ τοῦ τρίβωνος)˙ ἀλλ' εἶπεν "εἰ μὴ Ἀλέξανδρος ἤμην, Διογένης ἂν ἤμην," τουτέστιν "εἰ μὴ τὰ βαρβαρικὰ τοῖς Ἑλληνικοῖς κεράσαι διενοούμην καὶ πᾶσαν ἤπειρον ἐπιὼν ἐξημερῶσαι, καὶ πέρατα γῆς ἀνερευνῶν καὶ θαλάττης ὠκεανῷ προσερεῖσαι Μακεδονίαν, καὶ τὴν Ἑλλάδα σπεῖραι καὶ καταχέασθαι, γένους παντὸς εὐδικίαν καὶ εἰρήνην, οὐκ ἂν ἐν ἀπράκτῳ τρυφῶν ἐξουσίᾳ καθήμην, ἀλλ' ἐζήλουν ἂν τὴν Διογένους εὐτέλειαν. νῦν δὲ σύγγνωθι, Διόγενες, (B) Ἡρακλέα μιμοῦμαι καὶ Περσέα ζηλῶ, καὶ τὰ Διονύσου μετιὼν ἴχνη, θεοῦ γενάρχου καὶ προπάτορος, βούλομαι πάλιν ἐν Ἰνδίᾳ νικῶντας Ἕλληνας ἐγχορεῦσαι καὶ τοὺς ὑπὲρ Καύκασον ὀρείους καὶ ἀγρίους τῶν βακχικῶν κώμων ἀναμνῆσαι. κἀκεῖ τινες εἶναι λέγονται στερρᾶς καὶ γυμνήτιδος σοφίας ἐθάδες ἄνδρες ἱεροὶ καὶ αὐτόνομοι, θεῷ σχολάζοντες, εὐτελέστεροι Διογένους, οὐδὲν πήρας δεόμενοι˙ τροφὴν γὰρ οὐκ ἀποτίθενται, πρόσφατον ἀεὶ καὶ νέαν ἀπὸ γῆς ἔχοντες˙ ποτὸν δὲ ποταμοὶ ῥέουσι˙ φύλλα δ' αὐτοῖς δένδρων ἀποχυθέντα καὶ πόα γῆς ἐγκατακλιθῆναι. (C) δι' ἐμὲ κἀκεῖνοι Διογένη γνώσονται καὶ Διογένης ἐκείνους. δεῖ κἀμὲ νόμισμα παρακόψαι καὶ παραχαράξαι τὸ βαρβαρικὸν Ἑλληνικῇ πολιτείᾳ."
PLUTARCH. ad princ. inerud. 5 p. 782 A-B:
ταύτην δ' οὐδὲν ἐμποιεῖ τὴν διάθεσιν ἢ λόγος ἐκ φιλοσοφίας παραγενόμενος˙ ἵνα μὴ πάσχωμεν τὸ τοῦ Ἀλεξάνδρου, ὃς ἐν Κορίνθῳ Διογένην θεασάμενος καὶ δι' εὐφυΐαν ἀγαπήσας καὶ θαυμάσας τὸ φρόνημα καὶ τὸ μέγεθος τοῦ ἀνδρὸς εἶπεν˙ "εἰ μὴ Ἀλέξανδρος ἤμην, Διογένης ἂν ἤμην," ὀλίγου δέων εἰπεῖν, τὴν περὶ αὑτὸν εὐτυχίαν καὶ λαμπρότητα καὶ δύναμιν ὡς κώλυσιν ἀρετῆς καὶ ἀσχολίαν βαρυνόμενος καὶ ζηλοτυπῶν τὸν τρίβωνα καὶ τὴν πήραν, ὅτι τούτοις ἦν ἀνίκητος καὶ ἀνάλωτος Διογένης, οὐχ ὡς ἐκεῖνος ὅπλοις καὶ ἵπποις καὶ σαρίσσαις. ἐξῆν οὖν φιλοσοφοῦντα καὶ τῇ διαθέσει γίγνεσθαι Διογένην καὶ τῇ τύχῃ μένειν Ἀλέξανδρον, καὶ διὰ τοῦτο γενέσθαι Διογένην μᾶλλον, ὅτι ἦν Ἀλέξανδρος, κτλ.
DIOG. LAERT. VI 32:
φασὶ δὲ καὶ Ἀλέξανδρον εἰπεῖν ὡς εἴπερ Ἀλέξανδρος μὴ ἐγεγόνει, ἐθελῆσαι ἂν Διογένης γενέσθαι. [= ARSEN. p. 200, 19-21; EUDOC. violar. 332 p. 241, 7-9].
GNOM. VAT. 743. n. 91:
ὁ αὐτὸς [scil. Alexander Magnus] θεασάμενος Διογένην τὸν κυνικὸν φιλοσόφον καὶ θαυμάσας εἶπε τινι τῶν γνωρίμων˙ "ὡς ἡδέως ἂν ἐγεμόνην Διογένης, εἰ μὴ ἐγεγόνειν Ἀλέξανδρος."