V H 31

V H 31 DIOG. LAERT. VI 93:
πρὸς Ἀλέξανδρον πυθόμενον εἰ βούλεται αὐτοῦ τὴν πατρίδα ἀνορθωθῆναι, ἔφη [scil. Crates], "καὶ τί δεῖ; πάλιν γὰρ ἴσως Ἀλέξανδρος ἄλλος αὐτὴν κατασκάψει." ἔχειν δὲ πατρίδα ἀδοξίαν καὶ πενίαν ἀνάλωτα τῇ τύχῃ καὶ Διογένους εἶναι πολίτης ἀνεπιβουλεύτου φθόνῳ.
AELIAN. var. hist. III 6:
Κράτης ὁ Θηβαῖος τά τε ἄλλα μεγαλόφρων ὢν πεφώραται καὶ καταφρονητικὸς τῶν ὑπὸ τοῦ πλήθους θαυμαζομένων, ἀτὰρ οὖν καὶ χρημάτων καὶ πατρίδος. ὅτι μὲν οὖν τῆς οὐσίας ἀπέστη τοῖς Θηβαίοις, τοῦτο μὲν καὶ ἐς πάντας ἐξεφοίτησε˙ τὸ δὲ ἕτερον αὐτοῦ οὐ πᾶσι γνώριμον˙ ἔστι δὲ ἐκεῖνο. ἀπαλλαττόμενος τῶν Θηβῶν οἰκισθεισῶν πάλιν ἔφη˙ "οὐ δέομαι πόλεως, ἣν Ἀλέξανδρος κατασκάψει [ἢ] ἄλλος".
PHILOSTRAT. vit. Apoll. VII 2, 3:
ὁ δὲ [scil. Crates: cf. V B 29] ἀνοικιεῖν Θήβας Ἀλεξάνδρου δι' αὐτὸν φήσαντος οὐκ ἂν ἔφη δεηθῆναι πατρίδος, ἣν κατασκάψει τις ὅπλοις ἰσχύσας. ibid. VII 3,3: Κράτης δὲ καὶ αἰτίαν ἂν λάβοι πρὸς ἀνδρὸς φιλοπόλιδος μὴ ξυναράμενος Ἀλεξάνδρῳ τῆς βουλῆς, ᾖ ἐς τὸ ἀνοικίσαι τὰς Θήβας ἐχρῆτο.
GNOM. VAT. 743 n. 385:
<ὁ> αὐτὸς [scil. Crates]. καλοῦντος αὐτὸν Ἀλεξάνδρου εἰς Μακεδονίαν καὶ ἐπαγγελλομένου τὰς Θήβας ἀναστήσειν [τὴν πατρίδα τοῦ Κράτητος] εἶπεν˙ "οὐ χρῄζω τοιαύτης πατρίδος, ἣν ἕτερος Ἀλέξανδρος καθαιρήσει". cf. FAVORIN. Περὶ φυγῆς II [ = V B 12].