I A 31

I A 31 LUCIAN. vit. auct. 14-19:
ΖΕΥΣ. Ἄλλον ἀποκήρυττε.
(15) ΕΡΜΗΣ. Βούλει τὸν Ἀθηναῖον ἐκεῖνον, τὸν στωμύλον;
ΖΕΥΣ. Πάνυ μὲν οὖν.
ΕΡΜ. Δεῦρο ἐλθὲ σύ. βίον ἀγαθὸν καὶ συνετὸν ἀποκηρύττομεν. τίς ὠνεῖται τὸν ἱερώτατον;
ΑΓΟΡΑΣΤΗΣ. Εἰπέ μοι, τί μάλιστα εἰδὼς τυγχάνεις;
ΣΩΚΡΑΤΗΣ. Παιδεραστής εἰμι καὶ σοφὸς τὰ ἐρωτικά.
ΑΓΟΡ. Πῶς οὖν ἐγὼ πρίωμαί σε; παιδαγωγοῦ γὰρ ἐδεόμην τῷ παιδὶ καλῷ ὄντι μοι.
ΣΩΚΡ. Τίς δ' ἂν ἐπιτηδειότερος ἐμοῦ γένοιτο συνεῖναι καλῷ; καὶ γὰρ [11] οὐ τῶν σωμάτων ἐραστής εἰμι, τὴν ψυχὴν δὲ ἡγοῦμαι καλήν. ἀμέλει κἂν ὑπὸ ταὐτὸν ἱμάτιόν μοι κατακέωνται, ἀκούσει αὐτῶν λεγόντων μηδὲν ὑπ' ἐμοῦ δεινὸν παθεῖν.
ΑΓΟΡ. Ἄπιστα λέγεις, τὸ παιδεραστὴν ὄντα μὴ πέρα τῆς ψυχῆς τι πολυπραγμονεῖν, καὶ ταῦτα ἐπ' ἐξουσίας, ὑπὸ τῷ αὐτῷ ἱματίῳ κατακείμενον.
[17] (16) ΣΩΚΡ. Καὶ μὴν ὀμνύω γέ σοι τὸν κύνα καὶ τὴν πλάτανον οὕτω ταῦτα ἔχειν.
ΑΓΟΡ. Ἡράκλεις τῆς ἀτοπίας τῶν θεῶν.
ΣΩΚΡ. Τί σὺ λέγεις; οὐ δοκεῖ σοι ὁ κύων εἶναι θεός; οὐχ ὁρᾷς τὸν Ἄνουβιν ἐν Αἰγύπτῳ ὅσος; καὶ τὸν ἐν οὐρανῷ Σείριον καὶ τὸν παρὰ τοῖς κάτω Κέρβερον;
(17) ΑΓΟΡ. Εὖ λέγεις, ἐγὼ δὲ διημάρτανον. ἀλλὰ τίνα βιοῖς τὸν τρόπον;
ΣΩΚΡ. Οἰκῶ μὲν ἐμαυτῷ τινα πόλιν ἀναπλάσας, χρῶμαι δὲ πολιτείᾳ ξένῃ καὶ νόμους νομίζω τοὺς ἐμούς.
ΑΓΟΡ. Ἓν ἐβουλόμην ἀκοῦσαι τῶν δογμάτων.
[28] ΣΩΚΡ. Ἄκουε δὴ τὸ μέγιστον, ὃ περὶ τῶν γυναικῶν μοι δοκεῖ˙ μηδεμίαν αὐτῶν μηδενὸς εἶναι μόνου, παντὶ δὲ μετεῖναι τῷ βουλομένῳ τοῦ γάμου.
ΑΓΟΡ. Τοῦτο φής, ἀνῃρῆσθαι τοὺς περὶ μοιχείας νόμους;
ΣΩΚΡ. Νὴ Δία, καὶ ἁπλῶς γε πᾶσαν τὴν περὶ τὰ τοιαῦτα μικρολογίαν.
ΑΓΟΡ. Τί δὲ περὶ τῶν ἐν ὥρᾳ παίδων σοι δοκεῖ;
ΣΩΚΡ. Καὶ οὗτοι ἔσονται τοῖς ἀρίστοις ἆθλον φιλῆσαι λαμπρόν τι καὶ νεανικὸν ἐργασαμένοις.
(18) ΑΓΟΡ. Βαβαὶ τῆς φιλοδωρίας. τῆς δὲ σοφίας τί σοι τὸ κεφάλαιον;
ΣΩΚΡ. Αἱ ἰδέαι καὶ τὰ τῶν ὄντων παραδείγματα˙ ὁπόσα γὰρ δὴ ὁρᾷς, τὴν γῆν, τὰ ἐπὶ γῆς, τὸν οὐρανόν, τὴν θάλατταν, ἁπάντων τούτων εἰκόνες ἀφανεῖς ἑστᾶσιν ἔξω τῶν ὅλων.
ΑΓΟΡ. Ποῦ δὲ ἑστᾶσιν;
[43] ΣΩΚΡ. Οὐδαμοῦ˙ εἰ γάρ που εἶεν, οὐκ ἂν εἶεν.
ΑΓΟΡ. Οὐχ ὁρῶ ταῦθ' ἅπερ λέγεις τὰ παραδείγματα.
[45] ΣΩΚΡ. Εἰκότως˙ τυφλὸς γὰρ εἶ τῆς ψυχῆς τὸν ὀφθαλμόν. ἐγὼ δὲ πάντων ὁρῶ εἰκόνας καὶ σὲ ἀφανῆ κἀμὲ ἄλλον, καὶ ὅλως διπλᾶ πάντα.
ΑΓΟΡ. Τοιγαροῦν ὠνητέος εἶ σοφὸς καὶ ὀξυδερκής τις ὤν. φέρε ἴδω τί καὶ πράξεις με ὑπὲρ αὐτοῦ συ.
ΕΡΜ. Δύο τάλαντα.
ΑΓΟΡ. Ὠνησάμην ὅσου φής. τἀργύριον μέντοι εἰς αὖθις καταβαλῶ.
(19) ΕΡΜ. Τί σοι τοὔνομα;
ΑΓΟΡ. Δίων ὁ Συρακούσιος.
ΕΡΜ. Ἄγε λαβὼν ἀγαθῇ τύχῃ.