HTML: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Socratics/I-C,32
RDF: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Socratics/I-C,32.rdf
I C 32
AEL. ARISTID. de quatt. 33-34 [ = orat. XLVI, II p. 167 D]:
ὁ δὲ ταῦτα πείθων ἦν, ὦ Πλάτων τε καὶ Σώκρατες, ὁ ὑμέτερος κοινωνὸς μὲν
[3] οὐκ ἔστιν εἰπεῖν, ἑταῖρος δὲ καὶ αὐτὸς ἂν φαίης, μᾶλλον δὲ εἴρηκας. (34) πῶς οὖν ἄν τις ταῦτα δικαίως κατηγοροίη Περικλέους, ἢ πῶς οὐκ ἀναγκαίως Ἀλκιβιάδου, ὅστις παραλαβὼν τὴν πόλιν εἰδυῖαν ἀκούειν συμβούλων
[6] εἶθ' οὕτως ἐξέμηνε; Περικλῆς μὲν γὰρ οἶμαι Ἀναξαγόρᾳ συγγενόμενος βελτίων ἢ κατ' ἐκεῖνον ἐγένετο, Ἀλκιβιάδης δ' ἑταίρῳ χρώμενος Σωκράτει μικρὰ, μᾶλλον δ' οὐδὲν ἀπώνατο τῆς συνουσίας. ὥστ' οὐκ ἀνεκτὸν εἴ τις ἐκεῖνον ἐπαινῶν τούτῳ μέμφεται.