I C 32

AEL. ARISTID. de quatt. 33-34 [ = orat. XLVI, II p. 167 D]:
ὁ δὲ ταῦτα πείθων ἦν, ὦ Πλάτων τε καὶ Σώκρατες, ὁ ὑμέτερος κοινωνὸς μὲν [3] οὐκ ἔστιν εἰπεῖν, ἑταῖρος δὲ καὶ αὐτὸς ἂν φαίης, μᾶλλον δὲ εἴρηκας. (34) πῶς οὖν ἄν τις ταῦτα δικαίως κατηγοροίη Περικλέους, ἢ πῶς οὐκ ἀναγκαίως Ἀλκιβιάδου, ὅστις παραλαβὼν τὴν πόλιν εἰδυῖαν ἀκούειν συμβούλων [6] εἶθ' οὕτως ἐξέμηνε; Περικλῆς μὲν γὰρ οἶμαι Ἀναξαγόρᾳ συγγενόμενος βελτίων ἢ κατ' ἐκεῖνον ἐγένετο, Ἀλκιβιάδης δ' ἑταίρῳ χρώμενος Σωκράτει μικρὰ, μᾶλλον δ' οὐδὲν ἀπώνατο τῆς συνουσίας. ὥστ' οὐκ ἀνεκτὸν εἴ τις ἐκεῖνον ἐπαινῶν τούτῳ μέμφεται.