I A 33

I A 33 LUCIAN. mort. dial. 20,4-6:
ΜΕΝΙΠΠΟΣ. ὁ Σωκράτης δέ, ὦ Αἰακέ, ποῦ ποτε ἄρα ἐστίν;
ΑΙΑΚΟΣ. Μετὰ Νέστορος καὶ Παλαμήδους ἐκεῖνος ληρεῖ τὰ πολλά.
ΜΕΝΙΠΠ. Ὅμως ἐβουλόμην ἰδεῖν αὐτόν, εἴ που ἐνθάδε ἐστίν.
ΑΙΑ. Ὁρᾷς τὸν φαλακρόν;
ΜΕΝΙΠΠ. Ἅπαντες φαλακροί εἰσιν˙ ὥστε πάντων ἂν εἴη τοῦτο γνώρισμα.
ΑΙΑ. Τὸν σιμὸν λέγω.
ΜΕΝΙΠΠ. Καὶ τοῦτο ὅμοιον˙ σιμοὶ γὰρ ἅπαντες.
(5) ΣΩΚΡΑΤΗΣ. Ἐμὲ ζητεῖς, ὦ Μένιππε;
ΜΕΝΙΠΠ. Καὶ μάλα, ὦ Σώκρατες.
ΣΩΚΡ. Τί τὰ ἐν Ἀθήναις;
ΜΕΝΙΠΠ. Πολλοὶ τῶν νέων φιλοσοφεῖν λέγουσι, καὶ τά γε σχήματα αὐτὰ καὶ τὰ βαδίσματα εἰ θεάσαιτό τις, ἄκροι φιλόσοφοι.
ΣΩΚΡ. Μάλα πολλοὺς ἑώρακα.
ΜΕΝΙΠΠ. Ἀλλὰ ἑώρακας, οἶμαι, οἷος ἧκε παρὰ σοὶ Ἀρίστιππος ἢ Πλάτων αὐτός, ὁ μὲν ἀποπνέων μύρου, ὁ δὲ τοὺς ἐν Σικελίᾳ τυράννους θεραπεύειν ἐκμαθών.
ΣΩΚΡ. Περὶ δὲ ἐμοῦ τί φρονοῦσιν;
[20] ΜΕΝΙΠΠ. Εὐδαίμων, ὦ Σώκρατες, ἄνθρωπος εἶ τά γε τοιαῦτα. πάντες γοῦν σε θαυμάσιον οἴονται ἄνδρα γεγενῆσθαι καὶ πάντα ἐγνωκέναι καὶ ταῦτα - οἶμαι γὰρ τἀληθῆ λέγειν - οὐδὲν εἰδότα.
ΣΩΚΡ. Καὶ αὐτὸς ἔφασκον ταῦτα πρὸς αὐτούς, οἱ δὲ εἰρωνείαν τὸ πρᾶγμα ᾤοντο εἶναι.
(6)ΜΕΝΙΠΠ. Τίνες δέ οὗτοί εἰσιν οἱ περὶ σέ;
ΣΩΚΡ. Χαρμίδης, ὦ Μένιππε, καὶ Φαῖδρος καὶ ὁ τοῦ Κλεινίου.
ΜΕΝΙΠΠ. Εὖ γε, ὦ Σώκρατες, ὅτι κἀνταῦθα μέτει τὴν σεαυτοῦ τέχνην καὶ οὐκ ὀλιγωρεῖς τῶν καλῶν.
ΣΩΚΡ. Τί γὰρ ἂν ἄλλο πράττοιμι; ἀλλὰ πλησίον ἡμῶν κατάκεισο, εἰ δοκεῖ.
ΜΕΝΙΠΠ. Μὰ Δί', ἐπεὶ παρὰ τὸν Κροῖσον καὶ τὸν Σαρδανάπαλλον ἄπειμι πλησίον οἰκήσων αὐτῶν˙ ἔοικα γοῦν οὐκ ὀλίγα γελάσεσθαι οἰμωζόντων ἀκούων.