V B 33

V B 33 CICER. tusc. disp. V 32, 92:
at vero Diogenes liberius, ut Cynicus, Alexandro roganti, ut diceret, si quid opus esset, "nunc quidem paululum," inquit, "a sole." offecerat videlicet apricanti. et hic quidem disputare solebat, quanto regem Persarum vita fortunaque superaret; sibi nihil deesse, illi nihil satis umquam fore; se eius voluptates non desiderare, quibus numquam satiari ille posset, suas eum consequi nullo modo posse.
VALER. MAX. fact. et dict. mem. IV 3 ext. 4:
Alexander vero cognomen invicti adsecutus continentiam Diogenis cynici vincere non potuit. ad quem cum in sole sedentem accessisset hortareturque ut, si qua praestari sibi vellet, indicaret quemadmodum erat in crepidine conlocatus sordidae appellationis sed robustae vir praestantiae, "mox" inquit "de ceteris, interim velim a sole mihi non obstes." quibus verbis illa nimirum inhaesit sententia: Alexander Diogenen gradu suo divitiis pellere temptat, celerius Dareum armis.
ARRIAN. anab. VII 2, 1-2:
κἀνταῦθα ἐπῄνεσε μὲν Ἀλέξανδρος τούς τε λόγους αὐτοὺς καὶ τοὺς εἰπόντας, ἔπρασσε δὲ ὅμως ἄλλα καὶ τἀναντία οἷς ἐπῄνεσεν. ἐπεὶ καὶ Διογένην τὸν ἐκ Σινώπης θαυμάσαι λέγεται, ἐν Ἰσθμῷ ἐντυχὼν Διογένει κατακειμένῳ ἐν ἡλίῳ, ἐπιστὰς σὺν τοῖς ὑπασπισταῖς καὶ τοῖς πεζεταίροις καὶ ἐρόμενος εἴ του δέοιτο˙ ὁ δὲ Διογένης ἄλλου μὲν ἔφη δεῖσθαι οὐδενός, ἀπὸ τοῦ ἡλίου δὲ ἀπελθεῖν ἐκέλευσεν αὐτόν τε καὶ τοὺς σὺν αὐτῷ. (2) οὕτω τοι οὐ πάντῃ ἔξω τοῦ ἐπινοεῖν τὰ κρείττω ἦν Ἀλέξανδρος, ἀλλ' ἐκ δόξης γὰρ δεινῶς ἐκρατεῖτο.
DIOG. LAERT. VI 38:
ἐν τῷ Κρανείῳ ἡλιουμένῳ αὐτῳ [scil. Diogeni] Ἀλέξανδρος ἐπιστάς φησιν, "αἴτησόν με ὃ θέλεις." καὶ ὅς "ἀποσκότησόν μου," φησί. [= ARSEN. p. 206, 1-2].
SIMPL. comm. in Epictet. enchir. 15:
ἐὰν δὲ καὶ διδομένου, φησὶ [scil. Epictetus], τινὸς τῶν ἐκτὸς τούτων ὑπὸ τῶν πολλῶν μακαριζομένων, μὴ λάβῃς, ἀλλ' ὑπερίδῃς, ὡς Κράτης ἐποίησε καὶ Διογένης˙ Ἀλεξάνδρου γὰρ ἐρωτήσαντος τί βούλεται, "ἀπόστηθι," φησὶ, "τοῦ ἡλίου˙|" ἔτυχε γὰρ ὑπ' αὐτὸν θερμαινόμενος˙ ὥστε θαυμάσαντα τὴν μεγαλοφροσύνην τοῦ ἀνδρὸς τὸν Ἀλέξανδρον εὔξασθαι, εἰ μὲν δυνατὸν, καὶ τὸν Διογένην γενέσθαι˙ εἰ δὲ μὴ, μεῖναι Ἀλέξανδρον [. . . .] διὸ, φησὶν, οἱ ὑπεριδόντες τούτων, Ἡράκλειτός τε καὶ Διογένης, ἀξίως θεῖοί τε ἦσαν καὶ ἐλέγοντο.
IOANN. CHRYSOST. de S. Babyla contra Iulianum et gentiles 8:
ἴδωμεν οὖν καὶ τὴν πολλὴν παρρησίαν, μή ποτε καὶ αὕτη τῆς τοῦ πίθου τερατείας ματαιοτέρα οὖσα τύχοι˙ τίς οὖν ἡ παρρησία; ἐλαύνοντι τῷ Μακεδόνι ποτὲ ἐπὶ τὸν Πέρσην ἐπιστάντι τε αὐτῷ [scil. Diogeni] καὶ ἀπαγγεῖλαι προτρέψαντι εἴ τινος δέοιτο, "οὐδενὸς," ἔφη, "πλὴν τοῦ μὴ ἐπισκοτεῖν αὐτῷ τὸν βασιλέα˙" καὶ γὰρ ἔτυχε τότε ἡλίῳ θερμαινόμενος ὁ φιλόσοφος.
ZONAR. hist. epit. IV 9:
πρὸς Διογένης δὲ τὸν Σινωπέα περὶ Κόρινθον διατρίβοντα ἀπελθών [scil. Alexander Magnus], καὶ ἡλίῳ θαλπόμενον εὑρηκώς, ἠσπάσατό τε τὸν ἄνδρα καὶ εἴ τινος δέοιτο ἤρετο. ὁ δὲ τῆς τοῦ ἡλίου εἶπεν ἀλέας δεῖσθαι, καὶ μετασθῆναι αὐτὸν ἠξίου. ἀπιόντος δὲ τοῦ Ἀλεξάνδρου οἱ περὶ αὐτὸν κατεγέλων τοῦ Διογένους˙ ὁ δὲ πρὸς αὐτοὺς ἔφη, θαυμάζων τὸ ὑπεροπτικὸν τοῦ ἀνδρός, ὡς "εἰ μὴ Ἀλέξανδρος ἤμην, Διογένης ἂν ἤμην." cf. BASIL. epist. I 12, 3.
EUDOC. violar. 332 p. 240, 24-241, 3:
διὸ [cf. V B 171] ποτέ ἡλιουμένῳ ἀυτῷ [scil. Diogeni] ἐπέστη Ἀλέξανδρος ὁ Μακεδών, ἀποσκοτῶν αὐτὸν τοῦ μὴ θερμαίνεσθαι, καὶ λέγων "εἰπὲ, Διόγενης, τί βούλει σοι χαρίσομαι;" ὁ δὲ εἶπε "οὗπερ μὴ δυνάμενος παρασχεῖν, ἔασόν με μετασχεῖν." ὁ δὲ "καὶ τί ὅπερ οὐ δύναμαι;" ὁ δὲ ἀποκριθεὶς "τὴν τοῦ ἡλίου θάλψιν."
ANONYM. BYZ. vit. Alex. 12, 7:
ὡς δὲ ἐπαύσατο ὁ πόλεμος περιιὼν Ἀλέξανδρος καὶ περισκοπῶντα ἀναθήματα ἐντυγχάνει Διογένην ἔν τινι ἡλιακῷ καθεζόμενον τόπῳ καὶ φησιν˙ Οὗτος δὲ τίς; - οἱ δὲ περὶ αὐτὸν ἔφησαν˙ Οὗτος Διογένης ὁ φιλόσοφος ὁ πολλάκις συμβουλεύσας Ἀθηναίοις τῷ σῷ μὴ μάχεσθαι κράτει. - ταῦτα ἀκούσας Ἀλέξανδρος καταλαμβάνει τὸν τόπον εἰς ὃν Διογένης καθήμενον ἡλιάζετο. - πρωὶ γὰρ ἦν καὶ ὁ Διογένης τῷ κρύει ἐπιέζετο - καί φησιν Ἀλέξανδρος˙ Ὦ Διόγενες, τί σοι χαρίσομαι; - ὁ δε˙ Οὐδέν, ἔφη, ἄλλο ἢ τὸν ἡλιόν μοι χάρισαι ἀπιὼν ἀπ' ἐμοῦ ἵνα τὸ παρὸν θερμανθῶ. - ἐπὶ τούτῳ ὁ Διογένης θαυμάζεται ὡς τῶν γηίνων μὴ ἐφιέμενος.