VI A 33

VI A 33 PHRINICUS biblioth. cod. 61: ap. PHOT.
τὸν μέντοι Λυσανίου Αἰσχίνην ἄλλοι τε καὶ Φρύνιχος μᾶλλον, ὃν καὶ Σωκρατικὸν καλοῦσιν, εἰς τοὺς ἀρίστους ἐγκρίνει, κανόνα μετά γε τοὺς πρώτους Ἀττικοῦ λόγου τοὺς ἐκείνου ἀποφαινόμενος λόγους. ibid. cod. 158: ἀνεγνώσθησαν Φρυνίχου Ἀραβίου σοφιστικῆς παρασκευῆς λόγοι λς´. [.....] εἰλικρινοῦς δὲ καὶ καθαροῦ καὶ ἀττικοῦ λόγου κανόνας καὶ στάθμας καὶ παράδειγμά φησιν ἄριστον Πλάτωνά τε καὶ Δημοσθένην μετὰ τοῦ ῥητορικοῦ τῶν ἐννέα χοροῦ, Θουκυδίδην τε καὶ Ξενοφῶντα καὶ Αἰσχίνην τὸν Λυσανίου τὸν Σωκρατικόν, Κριτίαν τε τὸν Καλλαίσχρου καὶ Ἀντισθένην μετὰ τῶν γνησίων αὐτοῦ δύο λόγων, τοῦ περὶ Κύρου καὶ τοῦ περὶ Ὀδυσσείας, τῶν μέντοι κωμῳδῶν Ἀριστοφάνην μετὰ τοῦ οἰκείου, ἐν οἷς ἀττικίζουσι, χοροῦ καὶ τῶν τραγικῶν Αἰσχύλον τὸν μεγαλοφωνότατον καὶ Σοφοκλέα τὸν γλυκὺν καὶ τὸν πάνσοφον Εὐριπίδην. τούτους προκρίνων τῶν ἄλλων ἁπάντων καὶ ῥητόρων καὶ συγγραφέων καὶ ποιητῶν ἐξ αὐτῶν πάλιν προτάττει, οὓς ἄν (φησίν) οὐδ' αὐτὸς ὁ Μῶμος καταμέμψαιτο, οὐδ' εἴ τις δαίμων ὁ μυθολογούμενος Κωρυκαῖος, εἰ ἐπεγχάνοι, χαιρήσειεν˙ οὗτοι δ' εἰσὶ Πλάτων καὶ Δημοσθένης καὶ ὁ τοῦ Λυσανίου Αἰσχίνης δι' ἀρετὴν τῶν ἑπτὰ διαλόγων, ἃ καὶ ἀφαιρούμενοί τινες τῶν συγγραμμάτων Σωκράτει προσνέμουσιν. ἀλλ' ἐν τοσούτῳ περὶ τούτων.