I C 33

I C 33 AELIAN. var. hist II 1:
καὶ ταῦτα Σωκράτους πρὸς Ἀλκιβιάδην. ὃ μὲν ἠγωνία καὶ ἐδεδίει πάνυ σφόδρα ἐς τὸν δῆμον παρελθεῖν τὸ μειράκιον˙ ἐπιθαρσύνων δὲ αὐτὸν καὶ ἐγείρων ὁ Σωκράτης "οὐ καταφρονεῖς" εἶπεν "ἐκείνου τοῦ σκυτοτόμου;" τὸ ὄνομα εἰπὼν αὐτοῦ. φήσαντος δὲ τοῦ Ἀλκιβιάδου ὑπολαβὼν πάλιν ὁ Σωκράτης˙ "ἔτι δὲ ἐκείνου τοῦ ἐν τοῖς κύκλοις κηρύττοντος ἢ ἐκείνου τοῦ σκηνορράφου;" ὁμολογοῦντος δὲ τοῦ Κλεινίου μειρακίου "οὐκοῦν" ἔφη ὁ Σωκράτης "ὁ δῆμος ὁ Ἀθηναίων ἐκ τοιούτων ἤθροισται˙ καὶ εἰ τῶν καθ' ἕνα καταφρονεῖς, καταφρονητέον ἄρα καὶ τῶν ἠθροισμένων," μεγαλοφρόνως ταῦτα ὁ τοῦ Σωφρονίσκου καὶ τῆς Φαιναρέτης τὸν τοῦ Κλεινίου καὶ τῆς Δεινομάχης διδάσκων.