V H 34

V H 34 PLUTARCH. quom. adul. ab am. internosc. 27 p. 69 C-D:
λέγεται δὲ καὶ ημήτριος ὁ Φαληρεὺς [= fr. 59 Wehrli] ὅτε τῆς πατρίδος ἐξέπεσε καὶ περὶ Θήβας ἀδοξῶν καὶ ταπεινὰ πράττων διῆγεν, οὐχ ἡδέως ἰδεῖν προσιόντα Κράτητα, παρρησίαν κυνικὴν καὶ λόγους τραχεῖς προσδεχόμενος˙ ἐντυχόντος δὲ πράως αὐτῷ τοῦ Κράτητος καὶ διαλεχθέντος περὶ φυγῆς ὡς οὐδὲν ἔχοι κακὸν οὐδ' ἄξιον φέρειν βαρέως πραγμάτων σφαλερῶν καὶ ἀβεβαίων ἀπηλλαγμένον, ἅμα δὲ θαρρεῖν ἑφ' ἑαυτῷ καὶ τῇ διαθέσει παρακαλοῦντος, ἡδίων γενόμενος καὶ ἀναθαρρήσας πρὸς τοὺς φίλους εἶπε "φεῦ τῶν πράξεων ἐκείνων καὶ ἀσχολιῶν δι' ἃς ἄνδρα τοιοῦτον οὐκ ἔγνωμεν". [EURIP. fr. 962 N2 p. 524]
"λυπουμένῳ" γὰρ "μῦθος εὐμενὴς φίλων,
ἄγαν δὲ μωραίνοντι νουθετήματα".