[34] Καλέσας ἐπὶ δεῖπνον πλουσίους, καὶ τῆς Ξανθίππης αἰδουμένης ἔφη, "θάρρει˙ εἰ μὲν γὰρ εἶεν μέτριοι, συμπεριενεχθεῖεν ἄν˙ εἰ δὲ φαῦλοι, ἡμῖν αὐτῶν οὐδὲν μελήσει." ἔλεγέ τε τοὺς μὲν ἄλλους ἀνθρώπους ζῆν ἵν' ἐσθίοιεν˙ αὐτὸν δὲ ἐσθίειν ἵνα ζῴη. πρὸς τὸ οὐκ ἀξιόλογον πλῆθος ἔφασκεν ὅμοιον εἴ τις τετράδραχμον ἓν ἀποδοκιμάζων τὸν ἐκ τῶν τοιούτων σωρὸν ὡς δόκιμον ἀποδέχοιτο. Αἰσχίνου δὲ εἰπόντος, "πένης εἰμὶ καὶ ἄλλο μὲν οὐδὲν ἔχω, δίδωμι δέ σοι ἐμαυτόν," "ἆρ' οὖν," εἶπεν, "οὐκ αἰσθάνῃ τὰ μέγιστά μοι διδούς;" πρὸς τὸν ἀποδυσπετοῦντα ἐπὶ τῷ παρορᾶσθαι ὁπότε ἐπανέστησαν οἱ τριάκοντα, "ἆρα," ἔφη, "μήτι σοι μεταμέλει;" [34] Καλέσας ἐπὶ δεῖπνον πλουσίους, καὶ τῆς Ξανθίππης αἰδουμένης ἔφη, "θάρρει˙ εἰ μὲν γὰρ εἶεν μέτριοι, συμπεριενεχθεῖεν ἄν˙ εἰ δὲ φαῦλοι, ἡμῖν αὐτῶν οὐδὲν μελήσει." ἔλεγέ τε τοὺς μὲν ἄλλους ἀνθρώπους ζῆν ἵν' ἐσθίοιεν˙ αὐτὸς δὲ ἐσθίειν ἵνα ζῴη. πρὸς τὸ οὐκ ἀξιόλογον πλῆθος ἔφασκεν ὅμοιον εἴ τις τετράδραχμον ἓν ἀποδοκιμάζων τὸν ἐκ τῶν τοιούτων σωρὸν ὡς δόκιμον ἀποδέχοιτο. Αἰσχίνου δὲ εἰπόντος, "πένης εἰμὶ καὶ ἄλλο μὲν οὐδὲν ἔχω, δίδωμι δέ σοι ἐμαυτόν," "ἆρ' οὖν," εἶπεν, "οὐκ αἰσθάνῃ τὰ μέγιστά μοι διδούς;" πρὸς τὸν ἀποδυσπετοῦντα ἐπὶ τῷ παρορᾶσθαι, ὁπότε ἐπανέστησαν οἱ τριάκοντα, "ἆρα," ἔφη, "μήτι σοι μεταμέλει;" [34] Καλέσας ἐπὶ δεῖπνον πλουσίους, καὶ τῆς Ξανθίππης αἰδουμένης ἔφη, "Θάρρει˙ εἰ μὲν γὰρ εἶεν μέτριοι, [11510] συμπεριενεχθεῖεν ἄν˙ εἰ δὲ φαῦλοι, ἡμῖν αὐτῶν οὐδὲν μελήσει." Ἔλεγέ τε τοὺς μὲν ἄλλους ἀνθρώπους ζῆν, ἵν' ἐσθίοιεν˙ αὐτὸν δὲ ἐσθίειν ἵνα ζῴη. Πρὸς 〈τὸν φοβουμένον〉 τὸ οὐκ ἀξιόλογον πλῆθος ἔφασκεν ὅμοιον εἴ τις τετράδραχμον [1161] ἓν ἀποδοκιμάζων τὸν ἐκ τῶν τοιούτων σωρὸν ὡς δόκιμον ἀποδέχοιτο. Αἰσχίνου δὲ εἰπόντος, "Πένης εἰμὶ καὶ ἄλλο μὲν οὐδὲν ἔχω, δίδωμι δέ σοι ἐμαυτόν," " Ἆρ' οὖν," εἶπεν, "οὐκ αἰσθάνῃ τὰ μέγιστά μοι διδούς;" Πρὸς [1165] τὸν ἀποδυσπετοῦντα ἐπὶ τῷ παρορᾶσθαι, ὁπότε ἐπανέστησαν οἱ τριάκοντα, 〈ἀνελόντων αὐτῶν τοὺς πλουσίους,〉 " Ἆρα," ἔφη, "μήτι σοι μεταμέλει;"