IV A 34

IV A 34 STOB. III 5, 38:
Διονύσιος Ἀρίστιππον ἔπειθεν ἀποθέμενον τὸν τρίβωνα πορφυροῦν ἱμάτιον περιβαλέσθαι, καὶ ἐπείσθη ἐκεῖνος. τὰ αὐτὰ καὶ Πλάτωνα ποιεῖν ἠξίου, ὃ δὲ ἔφη
"οὐκ ἂν δυναίμην θῆλυν ἐνδῦναι στολήν."
καὶ Ἀρίστιππος "τοῦ αὐτοῦ" ἔφη "ἐστὶ ποιητοῦ
καὶ γὰρ ἐν βακχεύμασιν
οὖσ' ἥ γε σώφρων, οὐ διαφθαρήσεται."
GNOM. VAT. 743 n. 41:
ὁ αὐτὸς [scil. Aristippus] παρὰ Διονυσίῳ ποτὲ τῷ τυράννῳ γυναικείων ἐσθήτων περιφερομένων ἐν τῷ συμποσίῳ τοῖς βουλομένοις ἐνδύσαθαι καὶ συμπαῖξαι ἡνδήποτε παιδιὰν καὶ τοῦ Πλάτωνος παραιτησαμένου διὰ τοιούτου στίχου˙
οὐχ ἂν δυναίμην, θῆλυν ἐνδῦναι στολὴν
[ὁ Ἀρίστιππος] εἶπεν˙ δός˙
καὶ γὰρ ἐν βακχεύμασιν
οὖσ' ἥ γε σώφρων οὐ διαφθαρήσεται.