II A 34

II A 34 DIOG. LAERT. II 107:
ταῖς τε ἀποδείξεσιν ἐνίστατο [scil. Euclides] οὐ κατὰ λήμματα, ἀλλὰ κατ' ἐπιφοράν [ = [HESYCH. MILES.] de vir. illustr. 27]. καὶ τὸν διὰ παραβολῆς λόγον ἀνῄρει, λέγων ἤτοι ἐξ ὁμοίων αὐτὸν ἢ ἐξ ἀνομοίων συνίστασθαι˙ καὶ εἰ μὲν ἐξ ὁμοίων, περὶ αὐτὰ δεῖν μᾶλλον ἢ οἷς ὅμοιά ἐστι ἀναστρέφεσθαι, εἰ δ' ἐξ ἀνομοίων, παρέλκειν τὴν παράθεσιν. διὰ ταῦτα δὲ καὶ περὶ αὐτοῦ ταῦτά [7] φησι Τίμων, προσπαρατρώγων καὶ τοὺς λοιποὺς Σωκρατικούς [fr. 28 Diels]˙
[9] ἀλλ' οὔ μοι τούτων φλεδόνων μέλει, οὐδὲ γὰρ ἄλλου
οὐδενός, οὐ Φαίδωνος ὅτις γένετ', οὐδ' ἐριδάντεω
Εὐκλείδεω, Μεγαρεῦσιν ὃς ἔμβαλε λύσσαν ἐρισμοῦ.
[ = ARSEN. p. 254, 2-11].