I C 34

I C 34 AELIAN. var. hist III 28:
ὁρῶν ὁ Σωκράτης τὸν Ἀλκιβιάδην τετυφωμένον ἐπὶ τῷ πλούτῳ καὶ μέγα φρονοῦντα 〈ἐπὶ τῇ περιουσίᾳ καὶ ἔτι πλέον〉 ἐπὶ τοῖς ἀγροῖς, ἤγαγεν αὐτὸν ἔς τινα 〈τῆς πόλεως〉 τόπον ἔνθα ἀνέκειτο πινάκιον ἔχον γῆς περίοδον, καὶ προσέταξε 〈τῷ Ἀλκιβιάδῃ〉 τὴν Ἀττικὴν ἐνταῦθ' ἀναζητεῖν. ὡς δ' εὗρε, προσέταξεν 〈αὐτῷ καὶ〉 τοὺς ἀγροὺς τοὺς ἰδίους αὐτοῦ διαθρῆσαι. τοῦ δὲ εἰπόντος˙ "ἀλλ' οὐδαμοῦ γεγραμμένοι εἰσίν," "ἐπὶ τούτοις 〈οὖν〉" εἶπε "μέγα φρονεῖς, οἵπερ οὐδὲν μέρος τῆς γῆς εἰσιν;" [ = STOB. III 22,33].