HTML: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Socratics/I-G,35
RDF: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Socratics/I-G,35.rdf
I G 35
I G 35 ORIGEN. contr. Cels. VI 8:
ὁ δὲ βουλόμενος κατηγορεῖν ὡς τερατείας ἱστορουμένης περὶ Πλάτωνος καὶ Σωκράτους ἐκθήσεται καὶ τὸν συνιστάμενον Σωκράτει καθ' ὕπνον κύκνον καὶ τὸν διδάσκαλον εἰπόντα ἐπὶ τῇ
[4] συστάσει τοῦ νεανίσκου. "οὗτος ἄρα ὁ κύκνος ἦν." ἀλλὰ καὶ ὃν τρίτον εἶδεν
[5] ὀφθαλμὸν ἑαυτὸν ἔχοντα ὁ Πλάτων εἰς τερατείαν ἀναλήψεται. οὐ λείψει δὲ τοὺς κακοήθεις καὶ κακηγορεῖν βουλομένους τὰ τοῖς κρείττοσι παρὰ τοὺς
[7] πολλοὺς ἐπιφανέντα, διαβολὴ καὶ κακηγορία˙ οἵτινες καὶ τὸ Σωκράτους
[8] δαιμόνιον ὡς πλάσμα χλευάσουσιν.