I G 35

I G 35 ORIGEN. contr. Cels. VI 8:
ὁ δὲ βουλόμενος κατηγορεῖν ὡς τερατείας ἱστορουμένης περὶ Πλάτωνος καὶ Σωκράτους ἐκθήσεται καὶ τὸν συνιστάμενον Σωκράτει καθ' ὕπνον κύκνον καὶ τὸν διδάσκαλον εἰπόντα ἐπὶ τῇ [4] συστάσει τοῦ νεανίσκου. "οὗτος ἄρα ὁ κύκνος ἦν." ἀλλὰ καὶ ὃν τρίτον εἶδεν [5] ὀφθαλμὸν ἑαυτὸν ἔχοντα ὁ Πλάτων εἰς τερατείαν ἀναλήψεται. οὐ λείψει δὲ τοὺς κακοήθεις καὶ κακηγορεῖν βουλομένους τὰ τοῖς κρείττοσι παρὰ τοὺς [7] πολλοὺς ἐπιφανέντα, διαβολὴ καὶ κακηγορία˙ οἵτινες καὶ τὸ Σωκράτους [8] δαιμόνιον ὡς πλάσμα χλευάσουσιν.