VI A 35

VI A 35 ANONYM. rhet. Rh. G. I 2 p. 211, 25-212, 6 ed. L. Spengel-C. Hammer:
ὁ ῥητωρ ἑπτὰ τίθησιν ἄνδρας κρατίστους διὰ πάσης ἀρετῆς, ὁπόσαι τὴν φράσιν ἡμῖν συγκοσμοῦσι˙ δύο μὲν τῶν Σωκρατικῶν φιλοσόφων Αἰσχίνην καὶ Πλάτωνα, δύο δὲ τῶν ἱστορίαν συνθέτων Ἡρόδοτον καὶ Θουκυδίδην, τρεῖς δὲ τῶν ὀνομαζομένων ῥητόρων Ἰσοκράτην καὶ Λυσίαν καὶ Δημοσθένην. καὶ τοὺς μὲν πέντε ἀναμαρτήτους ἐν πᾶσι τοῖς εἴδεσι τοῦ λόγου τίθεται, Θουκυδίδου δὲ αἰτιᾶται τὸ κατεστοιβασμένον καὶ περιειργασμένον, Πλάτωνος δὲ ἀτεχνίαν τῆς τῶν ἰδεῶν κράσεως καὶ τὸν ποιετικώτερον ὄγκον τῆς πεζῆς διαλέκτου.