IV A 36

IV A 36 ATHEN. XII 544 C-D:
Ἡγήσανδρος [fr. 18 F.H.G. IV p. 417] γοῦν φησιν ὡς καὶ ἀδόξου ποτὲ κλισίας παρ' αὐτῷ τυχὼν ἤνεγκεν ἐρωτήσαντός τε τοῦ Διονυσίου τί φαίνεται ἡ κατάκλισις πρὸς τὴν χθὲς ἔφησεν παραπλησίαν εἶναι. "ἐκείνη τε γάρ, ἔφησεν, ἀδοξεῖ τήμερον χωρισθεῖσα ἐμοῦ, χθὲς δὲ πασῶν ἦν ἐνδοξοτάτη δι' ἡμᾶς, αὕτη τε τήμερον [καὶ] ἔνδοξος γέγονεν διὰ τὴν ἡμετέραν παρουσίαν, χθὲς δὲ ἠδόξει μὴ παρόντος ἐμοῦ." καὶ ἐν ἄλλοις δέ φησιν ὁ Ἡγήσανδρος˙ Ἀρίστιππος ῥαινόμενος μὲν ὑπὸ τῶν τοῦ Διονυσίου θεραπόντων, σκωπτόμενος δ' ἐπὶ [9] τῷ ἀνέχεσθαι ὑπ' Ἀντιφῶντος, "εἰ δ' ἁλιευόμενος ἐτύγχανον, ἔφη, καταλιπὼν τὴν ἐργασίαν ἂν ἀπῆλθον;"
DIOG. LAERT. II 73:
ἀναγκαζόμενός ποτε ὑπὸ Διονυσίου εἰπεῖν τι τῶν ἐκ φιλοσοφίας "γελοῖον," ἔφη, "εἰ τὸ λέγειν μὲν παρ' ἐμοῦ πυνθάνῃ, τὸ δὲ πότε δεῖ λέγειν σύ [13] με διδάσκεις." ἐπὶ τούτῳ δὴ διαγανακτήσαντα τὸν Διονύσιον ἔσχατον αὐτὸν κατακλῖναι˙ καὶ τόν, "ἐνδοξότερον," φάναι, "τὸν τόπον ἠθέλησας [15] ποιῆσαι."
DIOG. LAERT. II 67:
Διονυσίου δὲ προσπτύσαντος αὐτῷ ἠνέσχετο. μεμψαμένου δέ τινος "εἶτα οἱ μὲν ἁλιεῖς," εἶπεν, "ὑπομένουσι ῥαίνεσθαι τῇ θαλάττῃ ἵνα κωβιὸν θηράσωσιν˙ ἐγὼ δὲ μὴ ἀνάσχωμαι [18] κράματι ῥανθῆναι ἵνα βλέννον λάβω;" [EUDOC. violar. 175 p. 122, 12-16].