V H 36

V H 36 DIOG. LAERT. VI 89:
χάριεν δ' αὐτοῦ [scil. Cratetis] Φαβωρῖνος ἐν τῷ δευτέρῳ τῶν Ἀπομνημονευμάτων [fr. 11 F.H.G. III 579] φέρει. φησὶ γάρ˙ παρακαλῶν περί του τὸν γυμνασίαρχον, τῶν ἰσχίων αὐτοῦ ἥπτετο˙ ἀγανακτοῦντος δέ, ἔφη, "τί γάρ; οὐχὶ καὶ ταῦτα σά ἐστι καθάπερ καὶ τὰ γόνατα"; ἔλεγέ τ' ἀδύνατον εἶναι ἀδιάπτωτον [6] εὑρεῖν, ἀλλ' ὥσπερ ἐν ῥοιᾷ καὶ σαπρόν τινα κόκκον εἶναι. Νικόδρομον ἐξερεθίσας τὸν κιθαρῳδὸν ὑπωπιάσθη˙ προσθεὶς οὖν πιττάκιον τῷ [8] μετώπῳ ἐπέγραψε, "Νικόδρομος ἐποίει." cf. THEMIST. Περὶ ἀρετῆς p. 69.