IV A 37

IV A 37 DIOG. LAERT. II 79:
δεόμενός ποτε περὶ φίλου Διονυσίου καὶ μὴ ἐπιτυγχάνων εἰς τοὺς πόδας αὐτοῦ ἔπεσε˙ πρὸς οὖν τὸν ἐπισκώψαντα "οὐκ ἐγώ," φησίν, "αἴτιος, ἀλλὰ Διονύσιος ὁ ἐν τοῖς ποσὶ τὰς ἀκοὰς ἔχων." [ = ARSEN. p. 116, 11-14].
SUID. s.v. Ἀρίστιππος:
ὑπὲρ φίλου δὲ ἀξιῶν καὶ μὴ τυγχάνων, τῶν ποδῶν ἥψατο καὶ ἔπεισε˙ καὶ οὐ ταύτης ἐγὼ τῆς κολακείας αἴτιος, εἶπεν, ἀλλὰ Διονύσιος, ὁ ἐν γόνασι τὰς ἀκοὰς ἔχων.