V A 38

V A 38 DIOG. LAERT. VI 19:
καὶ ἔστιν ἡμῶν εἰς αὐτὸν [scil. Antisthenem] οὕτως ἔχον [Anth. Pal. VII 115]˙
τὸν βίον ἦσθα κύων, Ἀντίσθενες, ὧδε πεφυκὼς
ὥστε δακεῖν κραδίην ῥήμασιν, οὐ στόμασιν˙
ἀλλ' ἔθανες φθισικός, τάχ' ἐρεῖ τις ἴσως˙ "τί δὲ τοῦτο;
πάντως εἰς Ἀΐδην δεῖ τιν' ὁδηγὸν ἔχειν."
[= [HESYCH. MILES.] de vir. illustr. fr.7]. γεγόνασι δὲ καὶ ἄλλοι Ἀντισθένεις τρεῖς˙ Ἡρακλείτειος εἷς, καὶ ἕτερος Ἐφέσιος, καὶ Ῥόδιός τις ἱστορικός. Ἐπειδὴ δὲ τοὺς ἀπ' Ἀριστίππου διεληλύθαμεν καὶ Φαίδωνος, νῦν ἑλκύσωμεν τοὺς ἀπ' Ἀντισθένους κυνικούς τε καὶ Στωικούς. καὶ ἐχέτω ὧδε.