V H 38

V H 38 DIOG. LAERT. VII 24:
φησὶ δ' Ἀπολλώνιος ὁ Τύριος, ἕλκοντος αὐτὸν [scil. Zenonem = fr. 278 S.V.F. I p. 64] Κράτητος τοῦ ἱματίου ἀπὸ Στίλπωνος, εἰπεῖν, "ὦ Κράτης, λαβὴ φιλοσόφων ἐστὶν ἐπιδέξιος ἡ διὰ τῶν ὤτων˙ πείσας οὖν ἕλκε τούτων˙ εἰ δέ με βιάζῃ, τὸ μὲν σῶμα παρὰ σοὶ ἔσται, ἡ δὲ ψυχὴ παρὰ Στίλπωνι."
DIOG. LAERT. VII 2-4:
διήκουσε δὲ [scil. Zeno = fr. 1 et 2 S.V.F. I pp. 3-4], καθάπερ προείρηται, [cf. V H 37] Κράτητος˙ εἶτα καὶ Στίλπωνος ἀκοῦσαί φασιν αὐτὸν καὶ Ξενοκράτους ἔτη δέκα, ὡς Τιμοκράτης ἐν τῷ Δίωνι˙ ἀλλὰ καὶ Πολέμωνος [. . . .] τῷ οὖν Κράτητι παρέβαλε τοῦτον τὸν τρόπον. πορφύραν ἐμπεπορευμένος ἀπὸ τῆς Φοινίκης πρὸς τῷ Πειραιεῖ ἐναυάγησεν. ἀνελθὼν δ' εἰς τὰς Ἀθήνας ἤδη τριακοντούτης ἐκάθισε παρά τινα βιβλιοπώλην. ἀναγινώσκοντος δ' ἐκείνου τὸ δεύτερον τῶν Ξενοφῶντος Ἀπομνημονευμάτων, ἡσθεὶς ἐπύθετο ποῦ διατρίβοιεν οἱ τοιοῦτοι ἄνδρες. (3) εὐκαίρως δὲ παριόντος Κράτητος, ὁ βιβλιοπώλης δείξας αὐτόν φησι, "τούτῳ παρακολούθησον." ἐντεῦθεν ἤκουσε τοῦ Κράτητος, ἄλλως μὲν εὔτονος πρὸς φιλοσοφίαν, αἰδήμων δὲ ὡς πρὸς τὴν Κυνικὴν ἀναισχυντίαν. ὅθεν ὁ Κράτης βουλόμενος αὐτὸν καὶ τούτου θεραπεῦσαι δίδωσι [18] χύτραν φακῆς διὰ τοῦ Κεραμεικοῦ φέρειν. ἐπεὶ δ' εἶδεν αὐτὸν αἰδούμενον [19] καὶ περικαλύπτοντα, παίσας τῇ βακτηρίᾳ κατάγνυσι τὴν χύτραν˙ φεύγοντος δ' αὐτοῦ καὶ τῆς φακῆς κατὰ τῶν σκελῶν ῥεούσης, φησὶν ὁ Κράτης, "τί φεύγεις, Φοινικίδιον; οὐδὲν δεινὸν πέπονθας." (4) ἕως μὲν οὖν τινὸς ἤκουε τοῦ Κράτητος˙ ὅτε καὶ τὴν Πολιτείαν αὐτοῦ γράψαντος, τινὲς ἔλεγον παίζοντες ἐπὶ τῆς τοῦ κυνὸς οὐρᾶς αὐτὴν γεγραφέναι. γέγραφε δὲ πρὸς τῇ Πολιτείᾳ καὶ τάδε. [. . .] ἔστι δ' αὐτοῦ καὶ [. . . . .] Ἀπομνημονεύματα Κράτητος, [. . . .] τελευταῖον δὲ ἀπέστη καὶ τῶν προειρημένων ἤκουσεν ἕως ἐτῶν εἴκοσιν˙ ἵνα καί φασιν αὐτὸν εἰπεῖν, "νῦν εὐπλόηκα, ὅτε νεναυάγηκα". οἱ δ' ἐπὶ τοῦ Κράτητος τοῦτ' αὐτὸν εἰπεῖν˙
SUID. s.v. Νῦν εὐπλόηκα, ὅτε νεναυάγηκα:
ἐπὶ τῶν παρ' ἐλπίδα εὐτυχησάντων. Ζήνων γὰρ ὁ Κιτιεὺς καταλιπὼν τοὺς πρὶν διδασκάλους καὶ Κράτητος τοῦ φιλοσόφου φοιτητὴς γενόμενος τοῦτο εἴρηκε, ναυαγίῳ περιπεσὼν καὶ εἰπών˙ εὖ γε ποιεῖ ἡ τύχη προσελαύνουσα ἡμᾶς φιλοσοφίᾳ, οὕτω τραπῆναι πρὸς φιλοσοφίαν.