IV A 38

IV A 38 DIOG. LAERT. II 80:
πρὸς τὸν εἰπόντα ἐν αἰτίᾳ ὡς ἀπὸ Σωκράτους πρὸς Διονύσιον ἔλθοι "ἀλλὰ πρὸς Σωκράτην μέν," εἶπεν, "ἦλθον παιδείας ἕνεκεν, πρὸς δὲ Διονύσιον παιδιᾶς."
DIOG. LAERT. II 77-78:
Διονυσίου δέ ποτ' ἐρομένου ἐπὶ τί ἥκοι, ἔφη ἐπὶ τὸ μεταδώσειν ὧν ἔχει καὶ μεταλήψεσθαι ὧν μὴ ἔχει. ἔνιοι δ' οὕτως ἀποκρίνασθαι˙ "ὁπότε μὲν σοφίας ἐδεόμην, ἧκον παρὰ Σωκράτην˙ νῦν δὲ χρημάτων δεόμενος παρὰ σὲ ἥκω." [ = ARSEN. p. 115, 19-23].