V H 39

V H 39 EUSEB. praep. evang. XIV 5, 11-12 p. 729 B-D [e NUMENIO fr. 2 Leemans]:
Πολέμωνος δὲ ἐγένοντο γνώριμοι Ἀρκεσίλαος καὶ [3] Ζήνων [fr. 11 S.V.F. I p. 8]˙ πάλιν γὰρ αὐτῶν μνησθήσομαι ἐπὶ τέλει. Ζήνωνα μὲν οὖν μέμνημαι εἰπὼν Ξενοκράτει, εἶτα δὲ Πολέμωνι φοιτῆσαι, αὖθις δὲ παρὰ Κράτητι κυνίσαι˙ νυνὶ δὲ αὐτῷ λελογίσθω ὅτι καὶ Στίλπωνός τε μετέσχε καὶ τῶν λόγων τῶν Ἡρακλειτείων. ἐπεὶ γὰρ συμφοιτῶντες παρὰ Πολέμωνι ἐφιλοτιμήθησαν ἀλλήλοις, συμπαρέλαβον εἰς τὴν πρὸς ἀλλήλους μάχην ὁ μὲν Ἡράκλειτον καὶ Στίλπωνα ἅμα καὶ Κράτητα, ὧν ὑπὸ μὲν Στίλπωνος ἐγένετο μαχητής, ὑπὸ δὲ Ἡρακλείτου αὐστηρός, κυνικὸς δὲ ὑπὸ Κράτητος.
EUSEB. praep. evang. XV 13, 8 p. 816 C:
τοῦτον [scil. Diogenem] Κράτης διεδέξατο˙ Κράτητος δὲ ἐγένετο Ζήνων ὁ Κιτιεύς, κτλ. cf. THEODORET. graec. affect. cur. IV 12.