V H 40

V H 40 DIOG. LAERT. VI 91-92:
Ζήνων δ' ὁ Κιτιεὺς [2] [ fr. 272 S.V.F. I p. 62] ἐν ταῖς Χρείαις καὶ κῴδιον αὐτόν [scil. Cratetem] φησί ποτε προσράψαι τῷ τρίβωνι ἀνεπιστρεπτοῦντα. ἦν δὲ καὶ τὴν ὄψιν αἰσχρὸς καὶ γυμναζόμενος ἐγελᾶτο. εἰώθει δὲ λέγειν ἐπαίρων τὰς χεῖρας, "θάρρει, Κράτης, ὑπὲρ ὀφθαλμῶν καὶ τοῦ λοιποῦ σώματος˙ (92) τούτους δ' ὄψει τοὺς καταγελῶντας, ἤδη καὶ συνεσπασμένους ὑπὸ νόσου καί σε μακαρίζοντας, αὑτοὺς δὲ καταμεμφομένους ἐπὶ τῇ ἀργίᾳ."