VI A 40

VI A 40 DIOG. LAERT. II 64:
γεγόνασι δ' Αἰσχίναι ὀκτώ˙ πρῶτος αὐτὸς οὗτος˙ δεύτερος δ' ὁ τὰς τέχνας γεγραφὼς τὰς ῥητορικάς˙ τρίτος ὁ ῥήτωρ ὁ κατὰ Δημοσθένην˙ τέταρτος Ἀρκάς, μαθητὴς Ἰσοκράτους˙ πέμπτος Μυτιληναῖος, ὃν καὶ ῥητορομάστιγα ἐκάλουν˙ ἕκτος Νεαπολίτης, φιλόσοφος Ἀκαδημαϊκός, Μελανθίου τοῦ Ῥοδίου μαθητὴς καὶ παιδικά˙ ἕβδομος Μιλήσιος, πολιτικὸς συγγραφεύς˙ ὄγδοος ἀνδριαντοποιός.