HTML: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Socratics/I-C,40
RDF: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Socratics/I-C,40.rdf
I C 40
I C 40 AELIAN. var. hist. VII 14:
τί δέ; οὐκ ἦσαν καὶ οἱ φιλόσοφοι τὰ πολέμια ἀγαθοί; ἐμοὶ μὲν δοκοῦσιν, εἴ γε Ἀρχύταν μὲν εἵλοντο ἑξάκις στρατηγὸν Ταραντῖνοι, Μέλισσος δὲ ἐναυάρχησε, Σωκράτης δὲ ἐστρατεύσατο τρίς, Πλάτων δὲ καὶ αὐτὸς ἐς Τάναγραν καὶ ἐς Κόρινθον.