V A 41

V A 41 DIOG. LAERT. VI 15-18:
φέρονται δ' αὐτοῦ [scil. Antisthenis] συγγράμματα τόμοι δέκα˙
πρῶτος ἐν ᾧ Περὶ λέξεως ἢ περὶ χαρακτήρων,
Αἴας ἢ περὶ Αἴαντος λόγος,
Ὀδυσσεὺς ἢ περὶ Ὀδυσσέως,
Ὀρέστου ἀπολογία <ἢ> περὶ τῶν δικογράφων,
Ἰσογραφὴ ἢ Λυσίας καὶ Ἰσοκράτης,
Πρὸς τὸν Ἰσοκράτους Ἀμάρτυρον.
Τόμος δεύτερος ἐν ᾧ
Περὶ ζῴων φύσεως,
Περὶ παιδοποιίας ἢ περὶ γάμου ἐρωτικός,
Περὶ τῶν σοφιστῶν φυσιογνωμονικός,
Περὶ δικαιοσύνης καὶ ἀνδρείας προτρεπτικὸς πρῶτος, δευτερος, τρίτος,
Περὶ Θεόγνιδος δ´, ε´.
Τόμος τρίτος ἐν ᾧ
Περὶ ἀγαθοῦ,
Περὶ ἀνδρείας,
Περὶ νόμου ἢ περὶ πολιτείας,
Περὶ νόμου ἢ περὶ καλοῦ καὶ δικαίου,
Περὶ ἐλευθερίας καὶ δουλείας,
Περὶ πίστεως,
Περὶ ἐπιτρόπου ἢ περὶ τοῦ πείθεσθαι,
Περὶ νίκης οἰκονομικός.
Τόμος τέταρτος ἐν ᾧ
Κῦρος,
Ἡρακλῆς ὁ μείζων ἢ περὶ ἰσχύος.
Τόμος πέμπτος ἐν ᾧ
Κῦρος ἢ περὶ βασιλείας,
Ἀσπασία.
Τόμος ἕκτος ἐν ᾧ
Ἀλήθεια,
Περὶ τοῦ διαλέγεσθαι ἀντιλογικός,
Σάθων ἢ περὶ τοῦ ἀντιλέγειν α´ β´ γ´,
Περὶ διαλέκτου.
Τόμος ἕβδομος ἐν ᾧ
Περὶ παιδείας ἢ περὶ ὀνομάτων α´ β´ γ´ δ´ ε´,
Περὶ ὀνομάτων χρήσεως ἐριστικός,
Περὶ ἐρωτήσεως καὶ ἀποκρίσεως,
Περὶ δόξης καὶ ἐπιστήμης α´ β´ γ´ δ´,
Περὶ τοῦ ἀποθανεῖν,
Περὶ ζωῆς καὶ θανάτου,
Περὶ τῶν ἐν ᾅδου,
Περὶ φύσεως α´ β´,
Ἐρώτημα περὶ φύσεως α´, ἐρώτημα περὶ φύσεως β´,
Δόξαι ἢ ἐριστικός,
Περὶ τοῦ μανθάνειν προβλήματα.
Τόμος ὄγδοος ἐν ᾧ
Περὶ μουσικῆς,
Περὶ ἐξηγητῶν,
Περὶ Ὁμήρου,
Περὶ ἀδικίας καὶ ἀσεβείας,
Περὶ Κάλχαντος,
Περὶ κατασκόπου,
Περὶ ἡδονῆς.
Τόμος ἔνατος ἐν ᾧ
Περὶ Ὀδυσσείας,
Περὶ τῆς ῥάβδου,
Ἀθηνᾶ ἢ περὶ Τηλεμάχου,
Περὶ Ἑλένης καὶ Πηνελόπης,
Περὶ Πρωτέως,
Κύκλωψ ἢ περὶ Ὀδυσσέως,
Περὶ οἴνου χρήσεως ἢ περὶ μέθης ἢ περὶ τοῦ Κύκλωπος,
Περὶ Κίρκης,
Περὶ Ἀμφιαράου,
Περὶ τοῦ Ὀδυσσέως καὶ Πηνελόπης καὶ περὶ τοῦ κυνός.
Τόμος δέκατος ἐν ᾧ
Ἡρακλῆς ἢ Μίδας,
Ἡρακλῆς ἢ περὶ φρονήσεως ἢ ἰσχύος,
Κῦρος ἢ ἐρώμενος,
Κῦρος ἢ κατάσκοποι,
Μενέξενος ἢ περὶ τοῦ ἄρχειν,
Ἀλκιβιάδης,
Ἀρχέλαος ἢ περὶ βασιλείας.
καὶ ταῦτα μέν ἐστιν ἃ συνέγραψεν. ᾧ Τίμων [fr. 37 Diels] διὰ τὸ πλῆθος ἐπιτιμῶν "παντοφυῆ φλέδονά" φησιν αὐτόν. [cf. SUID. s.v. φλέδων].
EUDOC. violar. 96 p. 96, 5-6:
φέρονται δ' αὐτοῦ [scil. Antisthenis] συγγράμματα περὶ διαφόρων ὑποθέσεων, τόμοι δέκα.
SUID. s.v. Ἀντισθένης:
οὗτος [scil. Antisthenes] συνέγραψε τόμους δέκα˙ πρῶτον μαγικόν˙ ἀφηγεῖται δὲ περὶ Ζωροάστρου τινὸς μάγου, εὑρόντος τὴν σοφίαν˙ τοῦτο δέ τινες Ἀριστοτέλει, οἱ δὲ Ῥόδωνι ἀνατιθέασιν. de Antisthenis scriptis cf. Panaetii iudicium apud DIOG. LAERT. II 64 [ I H 17 ] et HIERONYM. adv. Jovin. II 14 [ = V A 12].