V H 41

V H 41 GNOM. VAT. 743 n. 384:
ὁ αὐτὸς [scil.Crates] Ζήνωνί ποτε τῷ Κιτιεῖ [deest in S.V.F.] γνωρίμῳ ὄντι αὐτοῦ ἔδωκε χύτραν φέρειν φακῆς, καὶ τοῦ Ζήνωνος φιλοδοξότερον ἀποκρύπτοντος ἐν τῷ ὄχλῳ τὴν χύτραν πλήξας ὁ Κράτης τῇ βακτηρίᾳ κατέαξεν αὐτὴν˙ φερομένης οὖν τῆς φακῆς κατὰ τῶν τοῦ Ζήνωνος σκελῶν κἀκεῖνου ἐρυθριῶντος ἐπὶ τούτῳ "θάῤῥει, ὦ φοινικίδιον" ἔφη˙ "οὐδὲν γὰρ δεινόν ἐστιν, ἀλλὰ φακῆ."