IV A 41

IV A 41 STOB. IV 8, 23:
Ἀριστίππου˙ τοῦ Διονυσίου λέγοντος πρὸς Ἀρίστιππον "οὐδὲν ὠφέλημαι ὑπὸ σοῦ" "ἀληθῆ λέγεις" εἶπεν, "εἰ γὰρ ὠφέλησο, ἐπέπαυσο ἂν τῆς τυραννίδος ὥσπερ ἱερᾶς νόσου." [ = GNOM. PARIS. 71].
STOB. IV 8, 18:
Ἀριστίππου˙ Ἀρίστιππος ὁ Κυρηναῖος φιλόσοφος τοσοῦτον ἔφη διαφέρειν βασιλείαν τυραννίδος, ὅσον νόμος ἀνομίας καὶ ἐλευθερία δουλείας.