I C 41

I C 41 AEL. ARISTID. de quatt. 263-4 [ = orat. XLVI, II pp. 262-3 D.]:
ἐμοὶ μὲν οὖν οὐδὲν φαυλότερος οὐδ' ἀτιμότερος δοκεῖ Θεμιστοκλῆς γενέσθαι στρατηγῶν Ἀθηναίων ἢ Σωκράτης συστρατευόμενος ἐπὶ Δηλίῳ καὶ ἐν [4] Ἀμφιπόλει καὶ ἐν Ποτ〈ε〉ιδαίᾳ. καίτοι σύ γ' ἐκεῖνον ἐπαινεῖς, ὅτι ἐν τῇ ἀπὸ Δηλίου φυγῇ θαρρούντως ἀπῄει, καὶ καταφανὴς ὢν ὅτι, εἴ τις ἅψοιτο αὐτοῦ, εὖ καὶ καλῶς ἀμυνεῖται. (264) οὔκουν δεινὸν ὦ γῆ καὶ θεοὶ καὶ λόγων καὶ ἔργων ἡγεμόνες, ἐξάγομαι γὰρ εἰπεῖν, Σωκράτη μὲν καὶ τῆς φυγῆς ἐπαινεῖν καὶ φάσκειν ἐκεῖνον ἀναχωρεῖν κάλλιον Λάχητος, Θεμιστοκλέα δὲ, ὃς διώκων, οὐ φεύγων τοὺς πολεμίους τὴν ἀνδρείαν ἐπεδείκνυτο, καὶ οὗ τῆς ἀρετῆς ἅπασα ἀπέλαυσεν ἡ Ἑλλὰς, ἃ τῆς δειλίας καὶ τῆς ἀνανδρίας ἔστ' ὀνόματα, τούτοις καλοῦντα μὴ φροντίζειν; ὃς καὶ ὅτ' ἀπ' Εὐβοίας ἀνεχώρει νενικηκὼς, τοιαῦτα τἀν μέσῳ διεπράττετο, οἷα ἂν οὐδείς πω τῶν ἐπειγομένων ὁπωσοῦν ἀπελθεῖν.