VI A 42

VI A 42 MAXIM. TYR. [= fr. 1] philosoph. VII 7:
νοσεῖ Ἀλκιβιάδης˙ πῦρ αὐτὸν ἐπινέμεται πολὺ καὶ ἄγριον, καὶ τοὺς λογισμοὺς ἐπιταράττει ἐγγύτατα μανίας καὶ περιφέρει πανταχοῦ, ἀπὸ μὲν Λυκείου ἐπὶ τὴν ἐκκλησίαν, ἀπὸ δὲ τῆς ἐκκλησίας ἐπὶ τὴν θάλατταν, ἀπὸ δὲ τῆς θαλάττης ἐπὶ Σικελίαν. cf. ibid. VI 6: τοῦτον παραβὰς τὸν νόμον Ἀλκιβιάδης ἐδυστύχει, οὐχ ὁπότε αὐτὸν Ἀθηναῖοι ἐκ Σικελίας ἐκάλουν, οὐδ' ὁπότε
ἐπηράσαντο αὐτῷ κήρυκες καὶ Εὐμολπίδαι,
οὐδ' ὁπότε ἔφευγεν ἔξω τῆς Ἀττικῆς˙ μικρὰ ταῦτα, καὶ καταδίκη εὐκαταφρόνητος˙ κρείττων γὰρ ἦν καὶ φεύγων Ἀλκιβιάδης τῶν οἴκοι μενόντων˙ οὗτος παρὰ Λακεδαιμονίοις φεύγων εὐδοκίμει, οὖτος Δεκέλειαν ἐπετείχισεν, οὗτος Τισσαφέρνῃ φίλος, καὶ Πελοποννησίων ἡγεῖτο˙ ἀλλ' ἡ ἀληθὴς Ἀλκιβιάδου δίκη πρεσβυτέρα μακρῷ, πρεσβυτέρου νόμου καὶ πρεσβυτέρων δικαστῶν. ἡνίκα ἐξῆλθεν Λυκείου, καὶ ὑπὸ Σωκράτους κατεγινώσκετο, καὶ ὑπὸ φιλοσοφίας ἐξεκηρύττετο˙ τότε φεύγει Ἀλκιβιάδης, τότε ἁλίσκεται. ὢ καταδίκης πικρᾶς, καὶ ἀμειλίκτου ἀρᾶς, καὶ ἐλεεινῆς πλάνης. τοιγαροῦν Ἀθηναῖοι μὲν αὐτὸν καὶ δεηθέντες κατεδέξαντο˙ φιλοσοφία δέ, καὶ ἐπιστήμη, καὶ ἀρετὴ τοῖς ἅπαξ φεύγουσιν ἄβατος μένει καὶ ἀδιάλλακτος. τοιοῦτον ἡ ἐπιστήμη, τοιοῦτον ἡ ἀμαθία.