I C 42

I C 42 AEL. ARISTID. de rhet. I 299-300 [ = orat. XLV, II p. 96 D.]:
βούλομαι τοίνυν αὐτὸν καὶ πανοικησίᾳ τρόπον τινὰ μαρτυροῦντα ἐπιδεῖξαι. ὁ γὰρ ἐν Ποτ〈ε〉ιδαίᾳ παραταττόμενος Σωκράτης καὶ πάλιν γ' ἐπὶ Δηλίῳ [4] καὶ τῆς τροπῆς συμβάσης ἀναχωρῶν, δῆλος ὢν παντὶ καὶ πάνυ πόρρωθεν [5] ὅτι εἴ τις ἅψεται τούτου τοῦ ἀνδρὸς, μάλα ἐρρωμένως ἀμυνεῖται, πῶς οὐ σαφῶς οὑτοσὶ μαρτυρεῖ τοῖς ἀδικεῖν ἐπιχειροῦσι μὴ δεῖν ἐπιτρέπειν; οὐδεὶς [7] ἀντερεῖ δήπουθεν. οὐ γὰρ ἃ καὶ τελευτᾶν ὡραῖον ἤδη νομίζων εἶναι καὶ χαλεπὸν τὰς πολλὰς διαβολὰς ἐξελεῖν ἐκ πολλοῦ καὶ ὑπὸ πολλῶν συνειλεγμένας ὕστερον εἶπεν ἢ οὔ, [ἐν γήρᾳ οὐ] ταῦτ' ἐστὶν ἰσχυρὰ τεκμήρια τῆς [10] ἐκείνου γνώμης, ἀλλ' ἃ κωλύειν ἢ μὴ κύριος ὢν ἐφαίνετο ποιῶν. διὸ δὴ καὶ ἀσφαλῶς, φησὶν, ἀπῄει καὶ οὗτος καὶ ὁ ἑταῖρος˙ σχεδὸν γάρ τι τῶν οὕτω διακειμένων οὐδὲ ἅπτονται ἐν τῷ πολέμῳ, ἀλλὰ τοὺς προτροπάδην φεύγοντας [13] μᾶλλον διώκουσιν. [τουτὶ γὰρ προσγέγονεν πλέον ἐκ τούτων αὐτῷ, πάλιν σὺν τῷ Σωκράτει Πλάτωνος Πλάτωνα αὐτὸν συμμαρτυρῆσαι τῷ λόγῳ˙ τῶν οὕτω διακειμένων οὐ πάνυ τι ἅπτονται, ἀλλὰ τοὺς προτροπάδην φεύγοντας μᾶλλον διώκουσι. δηλονότι κἀν ταῖς πολιτείαις τῶν μὲν οὕτω διακειμένων ὡς ἀμύνεσθαι οὐ πάνυ τι ἅπτονται οἱ τὰ τοιαῦτα τηροῦντες, τοὺς δ' ὑπείκοντας διώκουσιν. ὥστ' εἰ τοὺς ἐν τοῖς πολέμοις ἀνδρείους ἐπαινεῖν εἰκὸς, καὶ τοὺς ἐνταῦθα τοιούτους.] ὥστ' εἰ μηδὲ δι' ἓν ἄλλο, διὰ τοὺς συκοφάντας ἡ ῥητορικὴ καλόν. (300) καὶ μὴν εἰ μὴ θαρροῦσι τοὺς τοιούτους ἀδικεῖν, ἄμφω χρηστὰ συμβαίνει καὶ τοῖς ἄρτι λόγοις ἀκόλουθα, μήτ' αὐτὸν ἀδικεῖσθαι μήθ' ἕτερον ἀδικεῖν ἐᾶν.