V H 42

V H 42 TELES. p. 46, 6-14 Hense2 [= STOB. IV 32, 21]:
Ζήνων [fr. 273 S.V.F. I pp. 62-63] ἔφη Κράτητα ἀναγινώσκειν ἐν σκυτείῳ καθήμενον τὸν Ἀριστοτέλους Προτρεπτικόν [fr. 1 Ross = fr. 1 Walzer], ὃν ἔγραψε πρὸς Θεμίσωνα τὸν Κυπρίων βασιλέα λέγων ὅτι οὐδενὶ πλείω ἀγαθὰ ὑπάρχει πρὸς τὸ φιλοσοφῆσαι˙ πλοῦτόν τε γὰρ πλεῖστον αὐτὸν ἔχειν ὥστε δαπανᾶν εἰς ταῦτα, ἔτι δὲ δόξαν ὑπάρχειν αὐτῷ. [8] ἀναγινώσκοντος δὲ αὐτοῦ τὸν σκυτέα ἔφη προσέχειν ἅμα ῥάπτοντα, καὶ τὸν Κράτητα εἰπεῖν "ἐγώ μοι δοκῶ, ὦ Φιλίσκε, γράφειν πρὸς σὲ προτρεπτικόν˙ πλείω γὰρ ὁρῶ σοὶ ὑπάρχοντα πρὸς τὸ φιλοσοφῆσαι <ἢ> ᾧ ἔγραψεν Ἀριστοτέλης."