VI A 43

VI A 43 DEMETR. [ = fr. 2] de elocut. 205:
τὰ πολλὰ οὖν κώλοις † τριμέτροις χρησόμεθα καὶ ἐνίοτε κόμμασιν, ὥσπερ ὁ μὲν Πλάτων φησί˙ "κατέβην χθὲς εἰς Πειραιᾶ μετὰ Γλαύκωνος˙" πυκναὶ γὰρ αἱ ἀνάπαυλαι καὶ ἀποθέσεις. Αἰσχίνης δὲ "ἐκαθήμεθα μέν," φησίν, "ἐπὶ τῶν θάκων ἐν Λυκείῳ, οὗ οἱ ἀθλοθέται τὸν ἀγῶνα διατιθέασιν".