V A 44

V A 44 IULIAN. orat. VII 4 p. 209 A:
εἰ δ' Ἀντισθένης ὁ Σωκρατικὸς ὥσπερ ὁ Ξενοφῶν ἔνια διὰ τῶν μύθων ἀπήγελλε, μήτοι τοῦτό σε ἐξαπατάτω˙ καὶ γὰρ μικρὸν ὕστερον ὑπὲρ τούτου σοι διηγήσομαι.
IULIAN. orat. VII 10 p. 215 C:
οὐ μὴν ἀλλὰ καὶ Ξενοφῶν φαίνεται καὶ Ἀντισθένης καὶ Πλάτων προσχρησάμενοι πολλαχοῦ τοῖς μύθοις, ὥσθ' ἡμῖν πέφηνεν, καὶ εἰ μὴ τῷ κυνικῷ, φιλοσόφῳ γοῦν τινι προσήκειν ἡ μυθογραφία.
IULIAN. orat. VII 11 p. 216 D-217 B:
[4] ἐπεὶ καὶ Πλάτωνι πολλὰ μεμυθολόγηται περὶ τῶν ἐν Ἅιδου πραγμάτων θεολογοῦντι καὶ πρό γε τούτου τῷ τῆς Καλλιόπης, Ἀντισθένει δὲ καὶ Ξενοφῶντι καὶ αὐτῷ Πλάτωνι πραγματευομένοις ἠθικάς τινας ὑποθέσεις οὐ παρέργως ἀλλὰ μετά τινος ἐμμελείας ἡ τῶν μύθων ἐγκαταμέμικται γραφή, οὓς <σ>' ἐχρῆν, εἶπερ ἐβούλου μιμούμενος, ἀντὶ μὲν Ἡρακλέος μεταλαμβάνειν Περσέως ἢ Θησέως τινὸς ὄνομα καὶ τὸν ἀντισθένειον τύπον ἐγχαράττειν, ἀντὶ δὲ τῆς Προδίκου σκηνοποιίας ἀμφὶ τοῖν ἀμφοῖν θεοῖν ἑτέραν ὁμοίαν εἰσάγειν εἰς τὸ θέατρον.