V H 44

V H 44 TELES. p. 38, 4-39, 1 Hense2 [= STOB. IV 33, 31]:
διὸ καὶ [2] ὁ Κράτης πρὸς τὸν ἐπιζητοῦντα "τί οὖν μοι ἔσται φιλοσοφήσαντι;" "δυνήσῃ" φησί "τὸ φασκώλιον ῥᾳδίως λῦσαι καὶ τῇ χειρὶ ἐξελὼν εὐλύτως δοῦναι, καὶ οὐχ ὥσπερ νῦν στρέφων καὶ μέλλων καὶ τρέμων, ὥσπερ οἱ [5] παραλελυμένοι τὰς χεῖρας˙ ἀλλὰ καὶ πλῆρες ὂν αὐτὸ οὕτως ὄψει καὶ κενούμενον ἰδὼν οὐκ ὀδυνήσῃ, καὶ χρᾶσθαι προελόμενος ῥᾳδίως δυνήσῃ καὶ μὴ ἔχων οὐκ ἐπιποθήσεις, ἀλλὰ βιώσῃ ἀρκούμενος τοῖς παροῦσι, τῶν ἀπόντων οὐκ ἐπιθυμῶν, τοῖς συμβεβηκόσιν οὐ δυσαρεστῶν." [9] ibid. p. 39, 7-14, 13: διὸ καὶ εἰ βούλει τὸν υἱόν σου τῆς ἐνδείας καὶ σπάνεως παῦσαι, μὴ πρὸς τὸν Πτολεμαῖον πέμπε ὅπως χρήματα κτήσεται˙ εἰ δὲ μή, ἀλαζονείαν προσλαβὼν ἀπελεύσεται, περανεῖς δὲ οὐδέν˙ ἀλλὰ [εἰς ἀκαδημίαν] πρὸς Κράτητα˙ ἐκεῖνος ἠδύνατο ἐξ ἀπλήστων καὶ πολυτελῶν ἐλευθερίους καὶ ἀφελεῖς κατασκευάζειν. καὶ Μητροκλῆς δὲ [14] ἐκεῖνος ἔφη, ὡς ἔοικεν, ὅτε μὲν παρὰ Θεοφράστῳ καὶ Ξενοκράτει σχολάζοι, πολλῶν αὐτῷ ἐξ οἴκου ἀποστελλομένων φοβεῖσθαι μὴ τῷ λιμῷ ἀποθάνοι καὶ ἀεὶ σπανίζειν καὶ ἐνδεὴς εἶναι, μεταβὰς δὲ ὕστερον πρὸς Κράτητα κἂν ἄλλον προστρέφειν οὐδενὸς πεμπομένου. τότε μὲν γὰρ ἐξ ἀνάγκης ἔδει ὑπόδημα ἔχειν, καὶ τοῦτο ἀκάττυτον [ἥλους οὐκ ἔχον], εἶτα χλανίδα, παίδων ἀκολουθίαν, οἰκίαν μεγάλην, εἰς τὸ σύνδειπνον [20] ὅπως ἄρτοι καθαροί, ὄψον μὴ τὸ τυχόν, οἶνος ἡδύς, ὑποδοχὰς τὰς ἐπιβαλλούσας, ἵνα πολυτελῶς˙ ἐλευθέριος γὰρ παρ' αὐτοῖς ἡ τοιαύτη ἀναστροφὴ ἐκρίνετο˙ πρὸς Κράτητα δὲ μεταβάντι οὐδὲν ἦν τούτων˙ ἀλλ' ἀφελέστερος τῷ τρόπῳ γενόμενος ἠρκεῖτο τρίβωνι καὶ μάζῃ καὶ λαχανίοις οὐκ ἐπιποθῶν τὴν προτέραν δίαιταν οὐδὲ τῇ παρούσῃ δυσχεραίνων. πρὸς ῥῖγος ἡμεῖς μὲν ζητοῦμεν παχύτερον ἱμάτιον, ἐκεῖνος δὲ διπλώσας [26] τὸν τρίβωνα περιῄει τρόπον τινὰ δύο ἱμάτια ἔχων. εἰ ἀλείψασθαι χρείαν [27] ἔχοι, εἰσελθὼν ἂν εἰς τὸ βαλανεῖον τῷ γλοιῷ ἠλείψατο. καὶ βαδίσας ἐνίοτε πρὸς τὴν κάμινον οὗ τὰ χαλκεῖα, τῶν μαινίδων ἀπόπυριν ποιήσας, [29] περιχέας ἂν ἐλᾴδιον καθίσας ἠρίστησε. καὶ ἐκάθευδε τὸ μὲν θέρος ἐν τοῖς [30] ἱεροῖς, τὸν δὲ χειμῶνα ἐν τοῖς βαλανείοις˙ οὐ σπανίζων ὥσπερ πρὸ τοῦ οὐδὲ ἐνδεὴς ὤν, ἀλλ' ἀρκούμενος τοῖς παροῦσι, διακόνους οὐκ ἐπιθυμῶν ἔχειν.