V A 45

V A 45 DEMETR. de elocut. 249:
ποιητικὸν δὲ δεινότετὸς ἐστι καὶ τὸ ἐπὶ τέλει τιθέναι τὸ δεινότατον (περιλαμβανόμενον γὰρ ἐν μέσῳ ἀμβλύνεται), καθάπερ τὸ Ἀντισθένους˙ σχεδὸν γὰρ ὀδυνήσειεν ἂν ἄνθρωπος ἐκ φρυγάνων ἀναστάς˙ εἰ γὰρ μετασυνθείη τις οὕτως αὐτό, σχεδὸν γὰρ ἐκ φρυγάνων ἀναστάς ἄνθρωπος <ἂν> ὀδυνήσειε, καίτοι ταὐτὸν εἰπὼν οὐ ταὐτὸν ἔτι νομισθήσεται λέγειν.