V H 45

V H 45 TELES. p. 49, 3-51, 4 Hense2 [= STOB. IV 34, 72]:
εἰ δὲ δεῖ τὸν εὐδαίμονα βίον ἐκ τῶν πλεοναζουσῶν ἡδονῶν συγκρῖναι, οὐδείς, φησὶν ὁ Κράτης, εὐδαίμων γεγονὼς ἂν εἴη. ἀλλ' εἰ θέλει τις ἐκλογίσασθαι ἐν ὅλῳ τῷ βίῳ πάσας τὰς ἡλικίας, εὑρήσει πολλῷ πλείους τὰς ἀλγηδόνας. πρῶτον μὲν γὰρ τοῦ παντὸς χρόνου ὁ ἥμισυς ἀδιάφορος, ἐν ᾧ καθεύδω. εἶθ' ὁ πρῶτος ὁ κατὰ τὴν παιδοτροφίαν ἐπίπονος. πεινᾷ τὸ παιδίον, ἡ δὲ τροφὸς κατακοιμίζει˙ διψᾷ, ἡ δὲ λούει˙ κοιμηθῆναι θέλει, ἡ δὲ κρόταλον ἔχουσα ψοφεῖ. εἰ δ' ἐκπέφευγε τὴν τιτθήν, παρέλαβε πάλιν ὁ παιδαγωγός, παιδοτρίβης, γραμματοδιδάσκαλος, ἁρμονικός, ζωγράφος. προάγει ἡλικία˙ προσγίνεται ἀριθμητικός, γεωμέτρης, πωλοδάμνης [ὑπὸ τούτων πάντων μαστιγοῦται]˙ ὄρθρου ἐγείρεται˙ σχολάσαι οὐκ ἔστιν. ἔφηβος γέγονεν˙ ἔμπαλιν τὸν κοσμητὴν φοβεῖται. τὸν παιδοτρίβην, τὸν ὁπλομάχον, τὸν γυμνασίαρχον. ὑπὸ πάντων τούτων μαστιγοῦται, παρατηρεῖται, τραχηλίζεται. ἐξ ἐφήβων ἐστὶ καὶ ἤδη εἴκοσι ἐτῶν˙ ἔτι φοβεῖται καὶ παρατηρεῖ καὶ γυμνασίαρχον καὶ στρατηγόν. παρακοιτεῖν εἴ που δεῖ, οὗτοι παρακοιτοῦσι˙ φυλάττειν καὶ ἀγρυπνεῖν, οὗτοι φυλάττουσιν˙ εἰς τὰ πλοῖα ἐμβαίνειν, οὗτοι ἐμβαίνουσιν. ἀνὴρ γέγονε καὶ ἀκμάζει˙ στρατεύεται καὶ πρεσβεύει ὑπὲρ τῆς πόλεως, πολιτεύεται στρατηγεῖ, χορηγεῖ, ἀγωνοθετεῖ˙ μακαρίζει ἐκεῖνον τὸν βίον, ὃν παῖς ὢν ἐβίωσε. παρήκμασε καὶ ἔρχεται εἰς γῆρας˙ πάλιν παιδοτροφίαν ὑπομένει καὶ ἐπιποθεῖ τὴν νεότητα καὶ [EURIP. Her. 637]
ἡ νεότης μοι φίλον, τὸ δὲ γῆρας
βαρύτερον Αἴτνης
οὐχ ὁρῶ οὖν, πῶς εὐδαίμονά τις βίον ἔσται βεβιωκώς, εἴπερ δεῖ τῷ πλεονασμῷ τῶν ἡδονῶν ἐκμετρῆσαι.