V B 46

V B 46 IULIAN. orator. IX 20 p. 203 [VI]:
εἰ σμικρὰ τὰς βίβλους ἀνελίττων ἐμελέτας, ὥσπερ ἡμεῖς οἱ πολιτικοὶ καὶ πολυπράγμονες, ἔγνως ἂν ὅπως Ἀλέξανδρος ἀγασθῆναι λέγεται τὴν Διογένους μεγαλοψυχίαν.
IULIAN. orator. VII 8 p. 212 C:
Διογένης δὲ καὶ πένης ὢν καὶ χρημάτων ἐνδεὴς εἰς Ὀλυμπίαν ἐβάδιζεν, Ἀλέξανδρον δὲ ἥκειν [6] ἐκέλευε παρ' ἑαυτόν, εἴ τῳ πιστὸς ὁ Δίων. οὕτω πρέπειν ἐνόμιζεν ἑαυτῷ μὲν φοιτᾶν ἐπὶ τὰ ἱερὰ τῶν θεῶν, τῷ βασιλικωτάτῳ δὲ τῶν καθ' ἑαυτὸν ἐπὶ τὴν ἑαυτοῦ συνουσίαν. ἃ δὲ πρὸς Ἀλέξανδρον γέγραφεν, οὐ βασιλικαὶ παραινέσεις εἰσίν;