V B 48

V B 48 NICEPHOR. GREGORA. byzant. hist. XIV 3, 6:
εἰ γὰρ Ἀλέξανδρος ἐκεῖνος ὁ μέγας, ὁ καθ' ὅλης μικροῦ τῆς Ἀσίας ἐλάσας, τὸ Διογένους αἰδούμενος ἐμακάριζεν εὐτελὲς καὶ ἀπέριττον, μᾶλλον ἢ τὸν τῆς ἑαυτοῦ βασιλείας ὄγκον καὶ πλοῦτον˙ κτλ.
NICEPHOR. GREGORA. byzant. hist. XVI 3, 4:
εἰ δ' οὖν, λεγέτω τις παρελθὼν, πῶς Ἀλέξανδρος ἐκεῖνος ὁ μέγας, ὁ μέχρις Ἰνδῶν τὰ τῆς Εὐρώπης διαβιβάσας ὅπλα, τὸν εὐτελῆ τοῦ Διογένους πίθον καὶ τὴν διεῤῥωγυῖαν ἀμπέχεσθαι μᾶλλον ἐσθῆτα ποθεῖν ὡμολόγει, ἢ τὴν τῆς ὅλης Ἀσίας τε καὶ Εὐρώπης ἔχειν ἀρχὴν, καὶ τὸν Βαβυλώνιον ἐκεῖνον περιβεβλῆσθαι πλοῦτον.